Stephanos of Byzantium - Ethnika
Thespeia, a city in Boiotia. Homer: ‘Thespeia and Graia.’ A foundation of Thespiades, [but according to some, of Thespios], son of Teuthras, son of Pandion. It is also written with ι and lengthened; it is shortened in Corinna. There is also an epigram on those slain by the Persians. It was by Philiadas of Megara:
Men who once dwelt beneath the brows of Helikon,by whose courage spacious Thespias boasts.
In the plural, ‘Thespiai’, with oxytone stress. It is remarkable that the singular is written with a diphthong. (2) A second Thespeia is in Thessaly. (3) A third is in Sardo. The citizen is called ‘Thespieus’, ‘Thespias’, and ‘Thespis’.
AI translation — gpt-5.6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Θέσπεια, πόλις Βοιωτίας. Ὅμηρος “Θέσπειαν Γραῖάν τε”. Θεσπιάδου κτίσμα, [κατὰ δέ τινας Θεσπίου] τοῦ Τεύθραντος τοῦ Πανδίονος. γράφεται καὶ διὰ τοῦ « ι » καὶ ἐκτείνεται. καὶ συστέλλεται παρὰ Κορίννῃ. καὶ ἐπίγραμμα τῶν ἀναιρεθέντων ὑπὸ τῶν Περσῶν. ἦν δὲ Φιλιάδου Μεγαρέως· ἄνδρες τοί ποτ´ ἔναιον ὑπὸ κροτάφοις Ἑλικῶνος, λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος. πληθυντικῶς δὲ Θεσπιαί ὀξυτόνως. καὶ θαῦμα πῶς τὸ ἑνικὸν διὰ διφθόγγου γράφεται. δευτέρα Θεσσαλίας. τρίτη ἐν Σαρδοῖ. ὁ πολίτης Θεσπιεύς καὶ Θεσπιάς καὶ Θεσπίς.
…πιάδου κτίσμα, κατὰ δέ τινας Θεσπίου τοῦ Τεύθραντος τοῦ Πανδίονος· Ὅμηρος «Θέσπειαν Γραῖάν τε» (B 498). γράφεται καὶ διὰ τοῦ 'ι' καὶ ἐκτείνεται καὶ συστέλλεται παρὰ Κορίννῃ «Θέσπια, καλλιγένεθλε, φιλόξενε, μουσοφίλητε». καὶ ἐπίγραμμα τῶν ἀναιρεθέντων ὑπὸ τῶν Περσῶν. ἦν δὲ Φιλιάδου Μεγαρέως, ἄνδρες τοί ποτ´ ἔναιον ὑπὸ κροτάφοις Ἑλικῶνος, λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος. πληθυντικῶς δὲ Θεσπιαί ὀξυτόνως. ὀξύνεται δὲ καὶ διὰ τὸ πληθυντικῶς λέγεσθαι Ὀρνειαί, κώμη Ἀργείας· ἔστι καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος. Ὅμηρος (Β 571) «Ὀρνειάς τ´ ἐνέμοντο». γράφονται δὲ διὰ διφθόγγου αἱ Ὀρνειαί καὶ Βρυσειαί πόλις Ἤλιδο…
Θέσπεια, πόλις Βοιωτίας. Ὅμηρος “Θέσπειαν Γραῖάν τε”. Θεσπιάδου κτίσμα, [κατὰ δέ τινας Θεσπίου] τοῦ Τεύθραντος τοῦ Πανδίονος. γράφεται καὶ διὰ τοῦ « ι » καὶ ἐκτείνεται. καὶ συστέλλεται παρὰ Κορίννῃ. καὶ ἐπίγραμμα τῶν ἀναιρεθέντων ὑπὸ τῶν Περσῶν. ἦν δὲ Φιλιάδου Μεγαρέως· ἄνδρες τοί ποτ´ ἔναιον ὑπὸ κροτάφοις Ἑλικῶνος, λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος. πληθυντικῶς δὲ Θεσπιαί…
… κατὰ πλεονασμὸν τοῦ 'ε' γέγονεν ὡς εἷς ἕεις. * Τὰ διὰ τοῦ 'ειον' ὑπὲρ τρεῖς συλλαβὰς κύρια μονογενῆ προπαροξύνεται, Ἀδραμύτειον πόλις τῆς κατὰ Κάϊκον Μυσίας. ἡ γραφὴ διχῶς, διὰ τοῦ 'τ' καὶ διὰ τοῦ 'δ' καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ 'ι' καὶ δι´ ἑνὸς 'τ' καὶ διὰ δύο. ἀλλὰ δι´ ἑνὸς 'τ', ὅταν ἔχῃ δίφθογγον, καὶ διὰ δύο, ὅταν τὸ 'ι' μόνως. κέκληται ἀπὸ Ἀδραμύττου κτιστοῦ, παιδὸς μὲν Ἀλυάττου Κροίσου δὲ ἀδελφοῦ, ὡς Ἀριστοτέλης ἐν πολιτείαις καὶ ἄλλοι. τινὲς δὲ …