Stephanos of Byzantium - Ethnika
Thessalonike: a city in Macedonia, which, as it happens, used to be called Halia, a foundation of Kassandros … or because Philip son of Amyntas defeated the Thessalians there and so named it. Loukios of Tarrha wrote a book about Thessalonike, in which he says that Philip, on seeing a beautiful and well-born maiden—for she was Jason’s niece—married her, and that after giving birth she died on the twentieth day of her confinement. Philip therefore took the child, gave her to Nike to rear, and named her Thessalonike; for the child’s mother was named Nikasipolis. Strabo calls it Thessalonikeia. The ethnonym is ‘Thessalonikeus’.
AI translation — gpt-5.6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Θεσσαλονίκη, πόλις Μακεδονίας, ἥτις ἄρα ἐκαλεῖτο Ἁλία, Κασάνδρου κτίσμα .... ἢ ὅτι Φίλιππος τοῦ Ἀμύντου ἐκεῖ Θετταλοὺς νικήσας οὕτως ἐκάλεσε. Λούκιος δὲ ὁ Ταρραῖος περὶ Θεσσαλονίκης βιβλίον ἔγραψεν, ὅς φησιν ὅτι Φίλιππος θεασάμενος κόρην εὐπρεπῆ καὶ εὐγενῆ (Ἰάσονος γὰρ ἦν ἀδελφιδῆ) ἔγημε, καὶ τεκοῦσα τῇ εἰκοστῇ ἡμέρᾳ τῆς λοχείας τέθνηκεν. ἀναλαβὼν οὖν ὁ Φίλιππος τὸ παιδίον ἔδωκε Νίκῃ τρέφειν καὶ ἐκάλεσε Θεσσαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου Νικασίπολις ἐκέκλητο. Στράβων δὲ Θεσσαλονίκειαν αὐτήν φησι. τὸ ἐθνικὸν Θεσσαλονικεύς.
δὲ ὁ Ταρραῖος περὶ Θεσσαλονίκης βιβλίον ἔγραψεν, ὅς φησιν ὅτι Φίλιππος θεασάμενος κόρην εὐπρεπῆ καὶ εὐγενῆ (Ἰάσονος γὰρ ἦν ἀδελφιδῆ) ἔγημε καὶ τεκοῦσα τῇ εἰκοστῇ ἡμέρᾳ τῆς λοχείας τέθνηκεν. ἀναλαβὼν οὖν ὁ Φίλιππος τὸ παιδίον ἔδωκε Νίκῃ τρέφειν καὶ ἐκάλεσε Θεσσαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου Νικασίπολις ἐκέκλητο. Στράβων δὲ Θεσσαλονίκειαν αὐτήν φησι. ἐρίκη εἶδος φυτοῦ. φερίκη εἶδος δένδρου, ἃ διὰ τοῦ 'ι' ἐκτεταμένου γράφονται, τὸ δὲ Εὐνείκη ὄνομα μιᾶς τῶν Νηρηΐδων διὰ τῆς 'ει' καὶ τὸ νείκη ἡ φιλονεικία ἐκ τοῦ νεῖκος. τὸ δὲ Παλική πόλις Σικελίας ὡς κτητικὸν ὀξύνεται…