Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Θήβη, πόλις Βοιωτίας διάσημος, ἀπὸ Θήβης τῆς Προμηθέως. ὁ πολίτης Θηβαῖος καὶ Θηβαιεύς καὶ Θηβαΐς καὶ ἡ χώρα καὶ ἡ γυνή. ἔστι καὶ ἄλλη Αἰγυπτία, περὶ ἧς Καλλίμαχός φησιν ὅτι “κατὰ τὰς Αἰγυπτίας Θήβας ἐστὶ σπήλαιον, ὃ ταῖς μὲν ἄλλαις ἡμέραις πληροῦται ἀνέμου, κατὰ δὲ τὰς τριακάδας οὐ πνεῖ παντελῶς”. τρίτη Θεσσαλίας τῆς Φθιώτιδος. τετάρτη ἐν Κιλικίᾳ, Ὑποπλακία, πλησίον τῆς Τροίας, ἧς ὁ πολίτης Θηβαΐτης. πέμπτη Ἰωνίας κατὰ Μίλητον. ἕκτη ἐν τῇ Ἀττικῇ. ἑβδόμη τῆς Καταονίας. ὀγδόη Ἰταλίας. ἐνάτη Συρίας. τὸ κτητικὸν Θηβαϊκός καὶ Θηβαϊκή. τὰ τοπικὰ Θήβηθεν Θήβαζε Θήβησιν.
…βη τῆς Γορτυνίδος. προσηγορικὰ δὲ ὀξύνεται, λοιβή, στοιβή, ἀμοιβή. Τὰ εἰς 'βη' δισύλλαβα φύσει μακρᾷ παραληγόμενα μὴ προσηγορικὰ τῇ 'οι' παραληγόμενα βαρύνεται, ἥβη, Θήβη πόλις Βοιωτίας διάσημος ἀπὸ Θήβης τῆς Προμηθέως. ἔστι καὶ ἄλλη Αἰγυπτία, περὶ ἧς Καλλίμαχός φησιν ὅτι »κατὰ τὰς Αἰγυπτίας Θήβας ἐστὶ σπήλαιον ὃ ταῖς μὲν ἄλλαις ἡμέραις πληροῦται ἀνέμου, κατὰ δὲ τὰς τριακάδας οὐ πνεῖ παντελῶς«. τρίτη Θεσσαλίας τῆς Φθιώτιδος. τετάρτη ἐν Κιλικίᾳ, Ὑποπλακία, πλησίον τῆς Τροίας. πέμπτη Ἰωνίας κατὰ Μίλητον. ἕκτη ἐν τῇ Ἀττικῇ. ἑβδόμη τῆς Καταονίας. ὀγδόη Ἰταλίας. ἐνάτη Συρίας. Βαῖβαι πολίχνιον τῆς Καρίας. στίβη ἡ ψύχρα. »μή μ´ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση« (Od. ε 467). λώβη ἐκ τοῦ λαβή, …