Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Καλάθη, πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἔφορος δὲ Καλάθουσαν αὐτήν φησιν. ἔστι καὶ τοῦ Πόντου Καλάθουσα· ὁ πολίτης τῆς Καλάθης Καλαθῖνος ὡς Ἀγαθῖνος, τῆς δὲ Καλαθούσης Καλαθούσιος ὡς Νύσιος.
… παραληγόμενα, ποιοῦντα θηλυκὰ ὀξύτονα αὐτὰ ποιοῦσιν οἷον στρόφος στροφή, νόμος νομή, ῥόος ῥοή. ὁ δὲ Φιλόξενος ἐν τῷ ῥηματικῷ λέγει, ἀπὸ τοῦ πεύθω πευθή καὶ ποθή. Τὰ εἰς 'θη' μονογενῆ ὑπερδισύλλαβα βαρύνεται, καλάθη καὶ Καλάθη πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἔφορος δὲ Καλάθουσαν αὐτήν φησι. Βισάνθη πόλις Μακεδονίας κατὰ Θρᾴκην Ἑλληνίς, ἄποικος Σαμίων. Ἰάνθη, λυκάνθη, Οἰάνθη πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἑλλάνικος δὲ Οἰάνθειαν αὐτήν φησι. Ἀμάθη πόλις Φοινίκης. ἔστι καὶ Σικελίας Ἀμαθαί πληθυντικῶς. Ἀριάνθη…