Stephanos of Byzantium - Ethnika
Thisbe: a city in Boiotia. Homer: ‘and Thisbe, rich in doves’. It was named after Thisbe, daughter of Asopos. The name is also used in the plural. A citizen is a ‘Thisbaios’. The harbour of the ‘Thisbaioi’ and the port, as Epaphroditos says, are full of doves. Ismenias the flute-player was known as a ‘Thisbeus’, as was the flute-player of the Eretrians.
AI translation — gpt-6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Θίσβη, πόλις Βοιωτίας. Ὅμηρος “πολυτρήρωνά τε Θίσβην”. ἀπὸ Θίσβης τῆς Ἀσωποῦ. λέγεται καὶ πληθυντικῶς. ὁ πολίτης Θισβαῖος. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπαφρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. Ἰσμηνίας δὲ ὁ αὐλητὴς Θισβεύς ἐχρημάτιζε, καὶ ὁ Ἐρετριέων αὐλητὴς Θισβεύς.
…παραλήγοι τῷ 'ο', τύρβη, Κόμβη ἡ Χαλκίς καλουμένη, θυγάτηρ Ἀσωποῦ, ἀφ´ ἧς Χαλκίς πόλις Εὐβοίας, κύμβη νηὸς εἶδος. Θίσβη πόλις Βοιωτίας. Ὅμηρος »πολυτρήρωνά τε Θίσβην« (Β 502) ἀπὸ Θίσβης τοῦ Ἀσωποῦ. λέγεται καὶ πληθυντικῶς. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπαφρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. κράμβη, Ἄλβη πόλις Ἰταλίας, ἣ καὶ Ἄλβα λέγεται. ἔστι καὶ Ἄλβη πόλις Κρήτης. Βόλβη πόλις καὶ λίμνη. ἔστι καὶ Βόλβαι πόλις Καρίας. Δέρβη φρούριον Ἰσαυρίας καὶ λιμήν. Κύρβη πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Στράμβαι πόλις Θ…