Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Θρόνιον, πόλις Λοκρῶν. Ὅμηρος “Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα”. τὸ ἐθνικὸν Θρόνιος καὶ Θρονίτης καὶ Θρονιεύς. τὸ δὲ Θρονίτης ἀπὸ τοῦ Θρονιώτης.
…γεῖον κρεῶν, εἶον, ὃ καὶ ἤϊον ἐν διαλύσει λέγεται, τὸ εἰς τὸ ἰέναι ἐπιτήδειον, νεῖον τῆς νηὸς τὸ πυθμενοειδὲς ξύλον. Τὰ διὰ τοῦ 'ιον' τριβράχεα ὑποκοριστικὰ προπαροξύνεται, κτένιον, πτύχιον, πόδιον, θρόνιον, ὡσαύτως καὶ Θρόνιον πόλις Λοκρῶν· Ὅμηρος »Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα« (Β 533), σχόλιον, χόριον, ῥάχιον, πτέριον, ζύγιον, σπόδιον, φλέβιον, τρίχιον, πέδιον ὁ δεσμός, τὸ δὲ πεδίον ἐπὶ τῆς γῆς παροξύνεται· εἰ μέντοι ἡ πρώτη τούτων μακρὰ ὑπάρχοι, ὑπεσταλμένων τῶν διὰ τοῦ 'διον' παρηγμένων, π…
Θρόνιον, πόλις Λοκρῶν. Ὅμηρος “Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα”. τὸ ἐθνικὸν Θρόνιος καὶ Θρονίτης καὶ Θρονιεύς. τὸ δὲ Θρονίτης ἀπὸ τοῦ Θρονιώτης.
…ισύλλαβα προσηγορικὰ παραληγόμενα 'α' ὀξύνεται, ἁφή, βαφή, ῥαφή, γραφή, ταφή, σκαφή τὸ σκάμμα, σκάφη τὸ πλοῖον παρώνυμον ἀπὸ τοῦ σκάφος ὡς κάρφη ἀπὸ τοῦ κάρφος. Τὰ δὲ κύρια βαρύνεται, Τάρφη πόλις Λοκρῶν. Ὅμηρος (Β 533) »Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα«. λέγουσι δ´ αὐτὴν ἀπὸ τῆς περὶ Φαρύγας κρήνης. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆς ὕλης πυκνότητα τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηρος λέγει »βαθείης τάρφεσιν ὕλης« (Il. Ε 555). Σκάρφη πόλις Εὐβοίας, ἣ πρότερον Ἐτεωνός ἐκα…