Θρύον

Stephanos of Byzantium - Ethnika

Θρύον OCR ✓ Trans ✓ Confirmed ✓
city
Θρύον, πόλις τῆς Μεσσηνίας, ἐκ τῶν ἐν αὐτῇ φυομένων θρύων ὁμωνύμως τῷ φυτῷ λεγομένη. λέγεται δὲ ἀπὸ τοῦ φυτοῦ Θρυόεις καὶ Θρυόεσσα· κεῖται δ´ ἡ πόλις περὶ τὸν Ἀλφειόν. ὁ πολίτης Θρυοέντιος καὶ Θρυούντιος, ἐκ δὲ τῆς Θρυοέσσης Θρυουσσαῖος ὡς Σκοτουσσαῖος. καὶ Θρυούσιος ὡς Πιτυούσιος, καὶ Θρυίτης ὡς λικνίτης.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.376
char LCS 75 (30.1%) · word LCS 16 (32.7%)
Stephanos
Θρύον, πόλις τῆς Μεσσηνίας, ἐκ τῶν ἐν αὐτῇ φυομένων θρύων ὁμωνύμως τῷ φυτῷ λεγομένη. λέγεται δὲ ἀπὸ τοῦ φυτοῦ Θρυόεις καὶ Θρυόεσσα· κεῖται δ´ ἡ πόλις περὶ τὸν Ἀλφειόν. ὁ πολίτης Θρυοέντιος καὶ Θρυούντιος, ἐκ δὲ τῆς Θρυοέσσης Θρυουσσαῖος ὡς Σκοτουσσαῖος. καὶ Θρυούσιος ὡς Πιτυούσιος, καὶ Θρυίτης ὡς λικνίτης.
Herodian
…' διφθόγγῳ σπάνια ὄντα βαρύνεται, Σαῦα κώμη τῆς εὐδαίμονος Ἀραβίας, Ἄναυα πόλις Φρυγίας, ὡς Ἡρόδοτος ( 7, 30). Τὰ εἰς 'ον' καθαρὸν παραληγόμενα τῷ 'υ' βαρύνεται, πτύον, βρύον, πύον τὸ ἔμπυον τὸ καὶ πυός. θρύον· ἔστι καὶ πόλις τῆς Μεσσηνίας ἐκ τῶν ἐν αὐτῇ φυομένων θρύων ὁμωνύμως τῷ φυτῷ λεγομένη. λέγεται δὲ ἀπὸ φυτοῦ Θρυόεις καὶ Θρυόεσσα. θύον ὃ καὶ θύος λέγεται. Κύον πόλις Καρίας. Ἀπολλώνιος τετάρτῃ Καρικῶν, μεθ´ ὧν καὶ γυῖον τῇ 'υι' διφθόγγῳ παραληγόμενον καὶ οὐκ ἔχον ὁμοίου παράθεσιν. κάρυον, κρόμμυον, δίκτυον, ἔμβρυον, δάκ…