Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Θύαμις, κώμη ὑπὸ Σεμιράμιδος κτισθεῖσα παρὰ τὴν Ἀραχωσίαν. τὸ ἐθνικὸν Θυαμίτης.
…ἀπὸ τῶν πυρῶν, οὓς ἐκεῖ συναγαγὼν ὁ βασιλεὺς ἔνδειαν ἐποίησε σίτου κατὰ τὴν Αἴγυπτον—σησαμίς, καλαμίς, πλοκαμίς, κεραμίς. τὰ δὲ κύρια βαρύνεται, Ἄρτεμις, ὃ Δωριεῖς διὰ τοῦ 'α' προφέρονται Ἄρταμις, Σεμίραμις, Χρυσόθεμις, Θύαμις κώμη ὑπὸ Σεμιράμιδος κτισθεῖσα παρὰ τὴν Ἀραχωσίαν, Ψιττάχεμμις κώμη τῆς Αἰγυπτίας, Ψώχεμμις πολίχνιον Αἰγύπτου, Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων «καὶ Περίκερμις ἐκ δεξιῶν μερῶν καὶ Θαλαβαύδη καὶ Ψώχεμμις». Πάπρημις πόλις Αἰγύπτου, Ἄξουμις ἀρσενικῶς μητρόπολις Αἰθιόπ…