Θύμβρα

Stephanos of Byzantium - Ethnika

Θύμβρα OCR ✓ Trans ✓ Confirmed ✓
city
Θύμβρα, πόλις Τρῳάδος, Δαρδάνου κτίσμα, ἀπὸ Θύμβρου φίλου αὐτοῦ. οὗ ποταμὸς Θύμβρις, ἀφ´ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, [ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς.] λέγεται καὶ διὰ τοῦ « ζ » Ζυμβραῖος. λέγεται καὶ Θύμβριος. Ἑλλάνικος δὲ Δύμβριός φησι διὰ τοῦ « δ » καὶ Δυμβριεύς.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.264
char LCS 52 (26.0%) · word LCS 9 (23.1%)
Stephanos
Θύμβρα, πόλις Τρῳάδος, Δαρδάνου κτίσμα, ἀπὸ Θύμβρου φίλου αὐτοῦ. οὗ ποταμὸς Θύμβρις, ἀφ´ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, [ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς.] λέγεται καὶ διὰ τοῦ « ζ » Ζυμβραῖος. λέγεται καὶ Θύμβριος. Ἑλλάνικος δὲ Δύμβριός φησι διὰ τοῦ « δ » καὶ Δυμβριεύς.
Herodian
…τι καὶ πόλις Φωκίδος οὐ πόρρω Λιλαίας. Ἄρρα πόλις Ἰλλυρική. Ἄτραι πόλις μεταξὺ Εὐφράτου καὶ Πίγρητος. Ἀρριανὸς ἑπτακαιδεκάτῳ Παρθικῶν. Ἔγρα πόλις Ἀραβίας πρὸς Ἀϊλανίτῃ κόλπῳ. Βόστρα πόλις Ἀραβίας. λέγεται καὶ οὐδετέρως. Θύμβρα πόλις Τρωάδος Δαρδάνου κτίσμα ἀπὸ Θύμβρου φίλου αὐτοῦ. Γάγγρα πόλις Παφλαγονίας. Ἀλέξανδρος ἐν τῷ περὶ Παφλαγονίας »Νικόστρατός φησιν αἰπόλον νέμειν περὶ τοὺς τόπους αἶγας. μίαν δὲ χωριζομένην ἰδών, ἀπορῶν ὁ αἰπόλος, ὅτι ἐν μὲν τῷ οἴκῳ ἐνδεᾶ εὕρισκεν, ἐπὶ τῆς νομῆς δὲ πλήρ…
Herodian 1.99
char LCS 47 (23.5%) · word LCS 9 (23.1%)
Stephanos
Θύμβρα, πόλις Τρῳάδος, Δαρδάνου κτίσμα, ἀπὸ Θύμβρου φίλου αὐτοῦ. οὗ ποταμὸς Θύμβρις, ἀφ´ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, [ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς.] λέγεται καὶ διὰ τοῦ « ζ » Ζυμβραῖος. λέγεται καὶ Θύμβριος. Ἑλλάνικος δὲ Δύμβριός φησι διὰ τοῦ « δ » καὶ Δυμβριεύς.
Herodian
…πλοκῆς μέσου ἢ δασέος ἢ τοῦ 'π' βαρύνεται 'υ' ἢ 'ι' παραληγόμενα· εἰ δὲ μὴ οὕτως, ὀξύνεται, χωρὶς εἰ μὴ σύμφωνον εἴη δεδιπλασιασμένον, ὕβρις, Κύπρις. Θύμβρις ποταμὸς Ῥώμης, ὃς καὶ Τίβερις. ἔστι καὶ Θύμβρις ποταμὸς Τρῳάδος, ἀφ´ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς. Τίγρις ποταμός. λέγεται δὲ καὶ Τίγρης. ὀξύνεται δὲ τὸ νεβρίς. οὕτω δὲ λέγεται καὶ Ἁλώνη νῆσος πρὸς τῇ Κυζίκῳ. κεδρίς. τὸ δὲ ἄγγρις δεδιπλασίασται. * Τὰ εἰς 'τρις' δισύλλαβα παρώνυμα ὀξύνεται οἷον πατρίς, τὰ δὲ μὴ οὕτως…