Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Θυνιάς, νῆσος πρὸς τῷ στόματι τοῦ Πόντου καὶ ἄκρα. τὸ ἐθνικὸν Θυνιάδιος ὡς Ψωφίδιος, καὶ Θυνιαδεύς. λέγεται καὶ Θυνή καὶ Θυνίς καὶ Θυνηίς.
… μέρος. καὶ ἐθνικὸν θηλυκόν. Φθιάς, παρ´ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ (v. 119) «Φθιὰς ὅμως». Διάς πόλις Λυκίας, ἣν Διάδης ἔκτισε. Σκιάς χώρα Ἀρκαδίας. Τρῳάς ἡ χώρα τοῦ Ἰλίου. Πεδιάς φυλὴ τῆς Ἀττικῆς. Μενουθιάς νῆσος Αἰθιοπίας. Θυνιάς νῆσος πρὸς τῷ στόματι τοῦ Πόντου καὶ ἄκρα. Ξυνιάς λίμνη, ἣν Βοιβιάδα φασίν. Ἀπολλωνιάς. οὕτω τινὲς Κυπάρισσον πόλιν φασίν. καὶ ἡ Τροιζὴν οὕτως ἐκαλεῖτο, ἣ καὶ Ποσειδωνιάς. Κωλιάς ἄκρα Φαληροῖ, ὅπου καὶ Ἀφροδίτη Κωλιάς. ὁ δὲ τόπος ὀρθῶς καλεῖται. ἐκκείμενος γάρ …
Θυνιάς, νῆσος πρὸς τῷ στόματι τοῦ Πόντου καὶ ἄκρα. τὸ ἐθνικὸν Θυνιάδιος ὡς Ψωφίδιος, καὶ Θυνιαδεύς. λέγεται καὶ Θυνή καὶ Θυνίς καὶ Θυνηίς.
…ν πόλις Θεσσαλίας. Θεόπομπος δὲ δʹ Φιλιππικῶν Φαρκαδόνα διὰ τοῦ 'α' φησίν. Τερηδών πόλις ἐπὶ τῇ Ἐρυθρᾷ. Καρχηδών μητρόπολις Λιβύης ἀπὸ Καρχηδόνος Φοίνικος. ἔστι καὶ ἄλλη Καρχηδών πόλις Ἰβηρίας. Χαλκηδών πόλις Βιθυνίας ἡ πρὸς τῷ στόματι τοῦ Πόντου καταντικρὺ τοῦ Βυζαντίου. Μένιππος ἐν περίπλῳ Βιθυνίας «ἀπὸ ἱεροῦ Διὸς οὐρίου καὶ τοῦ στόματος τοῦ Πόντου ἀριστερὰν ἔχοντι τὴν ἤπειρον καὶ ἐπιπλέοντι εἰς Χαλκηδόνα τὴν πόλιν εἰσὶ στάδια ρκʹ, ἀπὸ δὲ ταύτης ἕως τοῦ Ἀκρίτου σ…