Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Θυρέα, περὶ ἧς Ἀργεῖοι καὶ Λακεδαιμόνιοι ἐπολέμησαν. ἔστι δὲ τῆς Κυνουρίας γῆς, μεθορία δὲ τῆς Ἀργείας καὶ Λακωνικῆς. λέγεται καὶ πληθυντικῶς. [καὶ] κατὰ συναίρεσιν Θυρῆ, οἱ οἰκοῦντες Θυρεᾶται ὡς Τεγεᾶται, καὶ θηλυκῶς Θυρεᾶτις. ἔστι καὶ Ἀκαρνανίας Θύριον διὰ τοῦ « ι ». τὸ ἐθνικὸν Θυριεύς ὡς Σουνιεύς. Ἀνδροτίων δὲ Θούριος φησί.
…πόλις Ἀρκαδίας «καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν». Ὅμηρος (Β 607) καὶ Παυσανίας ηʹ (c. 3, 4) «Μαντινεὺς καὶ Τεγεάτης καὶ Μαίναλος Τεγέαν κτίζουσι καὶ Μαντίνειαν». ἔστι καὶ Τεγέα ἐν Κρήτῃ ὑπὸ Ταλθυβίου κτισθεῖσα. Θυρέα, περὶ ἧς Ἀργεῖοι καὶ Λακεδαιμόνιοι ἐπολέμησαν. ἔστι δὲ τῆς Κυνουρίας γῆς, μεθορία δὲ τῆς Ἀργείας καὶ Λακωνικῆς. λέγεται καὶ πληθυντικῶς καὶ κατὰ συναίρεσιν Θυρῆ. Ἐλέα πόλις Ἰταλίας. ἐκαλεῖτο δὲ Ὑέλη. ὠνομάσθη δὲ Ἐλέα ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ. Μαλέα ἄκρα πρὸς τῇ Πελοποννήσῳ καὶ Μάλεια διὰ διφθόγγου. Ὑδρέα νῆσος πρὸς τῇ Τροιζῆνι. Ἑκαταῖος Εὐρώπῃ. Ἀραιθυρέα· οὕτως ἡ Φλιοῦς πάλ…