Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Θημακός, δῆμος τῆς Ἐρεχθηίδος φυλῆς, ὡς δὲ Φρύνιχος, τῆς Πτολεμαΐδος. ὁ δημότης Θημακεύς. τὸ τοπικὸν Θημακόθεν Θημακόνδε Θημακοῖ.
…ς Συρίας πρὸς τῷ Εὐφράτῃ. Θεόπομπος ἐν Φιλιππικῶν τρίτῳ. σεσημείωται τὸ Ἀστακός—πόλις Βιθυνίας ἀπὸ Ἀστακοῦ τοῦ Ποσειδῶνος καὶ νύμφης Ὀλβίας, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς ἱστορεῖ. ἔστι καὶ Ἀκαρνανίας πόλις—καὶ Ναννακός καὶ Θημακός δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς. * Τὰ εἰς 'ακος' λήγοντα τρισύλλαβα, τὴν πρώτην συλλαβὴν εἰς ἀμετάβολον καταλήγουσαν ἔχοντα προπαροξύνεται, Λάμψακος πόλις κατὰ τὴν Προποντίδα ἀπὸ Λαμψάκης, ἐπιχωρίας τινὸς κόρης. Ῥύνδακος πόλις καὶ ποταμὸς μεταξὺ Φρυγί…