Θιβαΐς

Stephanos of Byzantium - Ethnika

Θιβαΐς OCR ✓ Trans ✓ Confirmed ✓
place
Entry #45
Greek source: meineke
Meineke: 314.1 | Billerbeck: Θ45
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-12
Word count: 67
Source: vol2_273.jpg
Edit
Θιβαΐς, τόπος πρὸς τῷ Πόντῳ, ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ὑφ´ Ἡρακλέους ἀναιρεθεισῶν κληθεῖσα. πεσεῖν γάρ φησι τὰς μάλιστα διαφερούσας, Τράλλαν τε καὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. ὁ τοπίτης Θίβιος, ὡς ἀπὸ τῆς Θίβης εὐθείας. ἔστι δὲ ἔθνος βασκαντικὸν καὶ φθοροποιόν, ὡς Δίδυμος ἐν δευτέρῳ συμποσιακῶν “θανατοῖ δὲ τὸ πνεῦμα αὐτῶν οἷς ἂν πλησιάζῃ. καὶ τὰ σώματα αὐτῶν εἰς θάλασσαν ῥιφέντα οὐ καταδύουσιν”.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.119
char LCS 135 (39.4%) · word LCS 25 (37.3%)
Stephanos
…τῶν Ἀμαζόνων ὑφ´ Ἡρακλέους ἀναιρεθεισῶν κληθεῖσα. πεσεῖν γάρ φησι τὰς μάλιστα διαφερούσας, Τράλλαν τε καὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. ὁ τοπίτης Θίβιος, ὡς ἀπὸ τῆς Θίβης εὐθείας. ἔστι δὲ ἔθνος βασκαντικὸν καὶ φθοροποιόν, ὡς Δίδυμος ἐν δευτέρῳ συμποσιακῶν “θανατοῖ δὲ τὸ πνεῦμα αὐτῶν οἷς ἂν πλησιάζῃ. καὶ τὰ σώματα αὐτῶν εἰς θάλασσαν ῥιφέντα οὐ καταδύουσιν”.
Herodian
ὁμοίως καὶ Φιλοστέφανός φησι καὶ ἄλλοι. Θίβιος ἔθνος πρὸς τῷ Πόντῳ βασκαντικὸν καὶ φθοροποιόν, ὡς Δίδυμος ἐν δευτέρῳ συμποσιακῶν «θανατοῖ δὲ τὸ πνεῦμα αὐτῶν οἷς ἂν πλησιάζῃ. καὶ τὰ σώματα αὐτῶν εἰς θάλασσαν ῥιφέντα οὐ καταδύουσιν». Εὔβιος ἔθνος Λιγυστικόν. Γάβιοι πόλις Λατίνων καὶ ἐθνικόν, ὡς Διονύσιος ἐν τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Τάβιοι πόλις Ἰταλίας, ἐν ᾗ οἱ περὶ Ῥέμον ἐπαιδεύθησαν. καὶ τὸ ἐθνικὸν ὁμοίως. Τολοστόβιος ἔθνος Γαλατῶν ἑσπερίω…
Herodian 1.84
char LCS 79 (23.0%) · word LCS 15 (22.4%)
Stephanos
Θιβαΐς, τόπος πρὸς τῷ Πόντῳ, ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ὑφ´ Ἡρακλέους ἀναιρεθεισῶν κληθεῖσα. πεσεῖν γάρ φησι τὰς μάλιστα διαφερούσας, Τράλλαν τε καὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. ὁ τοπίτης Θίβιος, ὡς ἀπὸ τῆς Θίβης εὐθείας. ἔστι δὲ ἔθνος βασκαντικὸν καὶ φθοροποιόν, ὡς Δίδυμος ἐν δευτέρῳ συμποσιακῶν “θανατοῖ δὲ τὸ πνεῦμα αὐτῶν οἷς ἂν πλησιάζῃ. καὶ τὰ σώματα αὐτῶν εἰς θάλασσαν ῥιφέντα οὐ καταδύουσ…
Herodian
…ς νῆσος πρὸς τῇ Λυκίᾳ, Πτολεμαΐς, Κωπαΐς λίμνη, Γερραΐς, Θηβαΐς καὶ χώρα καὶ γυνή, Κυρηναΐς, Ῥωμαΐς, Φωκαΐς, Δαναΐς, Θιβαΐς τόπος πρὸς τῷ Πόντῳ ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ὑφ´ Ἡρακλέους ἀναιρεθεισῶν· πεσεῖν γάρ φησιν Ἀρριανὸς τὰς μάλιστα διαφερούσας Τράλλαν τε καὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. Πλαταιΐς, Τυμφαιΐς, Ἀχαιΐς, Κυταιΐς, Ἀκταιΐς, ληΐς, Κιρφηΐς, Βρισηΐς, Νηρηΐς, Ἀλαλκομενηΐς, ὅπερ οὐ παρὰ τὸ ἀλαλκεῖν, ὡς Ἀρίσταρχος, ἦν γὰρ Ἀλαλκηΐς, ἀλλ´ ὥσπερ Θησεύς Θησηΐς, οὕτως Ἀλαλκομενεύς Ἀλαλκομενηΐς, Αἰθιοπηΐς…