Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Καλλίαρος, πόλις Λοκρῶν, ἀπὸ Καλλιάρου τοῦ Ὁδοιδόκου καὶ Λαονόμης, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας, Στράβων δ´ ἐν ἐνάτῃ παρὰ τὸ εὐήροτον αὐτὴν εἶναί φησι. Καλλίαρα, οὐδετέρως. τὸ ἐθνικὸν Καλλιαρεῖς ὡς Μεγαρεῖς.
…άδων. Δέξαρος ἔθνος Χαόνων τοῖς Ἐγχελέαις προσεχεῖς. Μεμβλίαρος ὁ Θήραν οἰκήσας Φοῖνιξ εἷς τῶν μετὰ Κάδμου καὶ νῆσος πλησίον Θήρας ἡ νῦν Ἀνάφη. λέγεται κατ´ ἀφαίρεσιν Βλίαρος. Καλλίαρος πόλις Λοκρῶν ἀπὸ Καλλιάρου τοῦ Ὁδοδόκου καὶ Λαονόμης, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Στράβων δ´ ἐν ἐνάτῃ παρὰ τὸ εὐήροτον αὐτὴν εἶναι. φασὶ καὶ Καλλίαρα οὐδετέρως. Ἴκαρος νῆσος μία τῶν Κυκλάδων. ἔστι καὶ πόλις Ἀττικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ἴσμαρος πόλις Θρᾴκης τῶν Κικόνων. Ὅμηρος (Od. ι 40). Πίναρος ποταμὸς παρ´ Ἰσσῷ. Πάταρος ὁ Ἀπόλλωνος καὶ …
Καλλίαρος, πόλις Λοκρῶν, ἀπὸ Καλλιάρου τοῦ Ὁδοιδόκου καὶ Λαονόμης, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας, Στράβων δ´ ἐν ἐνάτῃ παρὰ τὸ εὐήροτον αὐτὴν εἶναί φησι. Καλλίαρα, οὐδετέρως. τὸ ἐθνικὸν Καλλιαρεῖς ὡς Μεγαρεῖς.
προσεχὴς τῇ Παλλήνῃ, Ἴτωνος ἥρως καὶ πόλις Θεσσαλίας ἣ καὶ Ἴτων, Ἄλπωνος πόλις καὶ ὄρος ἐν Μακεδονίᾳ, ὡς Εὐφορίων, τινὲς δὲ Θετταλίας αὐτήν φασιν. ἔστι καὶ ἄλλη Λοκρῶν Ἐπιζεφυρίων ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Τρίτωνος πολίχνιον Μακεδονίας, Τρικόλωνος παῖς Λυκάονος καὶ ἀπ´ αὐτοῦ πόλις Ἀρκαδίας. Τὰ εἰς 'ξος' εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβὰς βαρύνονται, Λίπαξος πόλις Θρᾴκης. Ἑκαταῖος. Ἄραξος ἀκρωτήριον. ἔστι δὲ καὶ ἔθνος …