Stephanos of Byzantium - Ethnika
Kalydna: an island. Also a city of Thebes, after Kalydnos son of Ouranos. It is also called 'Kalydnos'; a citizen is a 'Kalydnaios', and the feminine is 'Kalydnis'; Apollo too is 'Kalydneus' and 'Kalydnios', as per Androtion, in book 6 of his Atthis.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κάλυδνα, νῆσος. καὶ πόλις Θήβης, ἀπὸ Καλύδνου παιδὸς Οὐρανοῦ. λέγεται καὶ Καλυδνός· ὁ πολίτης Καλυδναῖος, καὶ Καλυδνίς τὸ θηλυκόν, καὶ Καλυδνεὺς ὁ Ἀπόλλων καὶ Καλύδνιος, ὡς Ἀνδροτίων ἕκτῃ Ἀτθίδος.
…φιδνα δῆμος Ἀττικῆς καὶ Λεοντίδος φυλῆς ἀπὸ Ἀφίδνου αὐτόχθονος· ἔστι καὶ πληθυντικὸν Ἀφίδναι. ἔστι καὶ τῆς Λακωνικῆς, ὅθεν ἦσαν αἱ Λευκιππίδες Φοίβη καὶ Ἐλάειρα. Δάριδνα κώμη Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ αὐτῆς. Κάλυδνα νῆσος καὶ πόλις Θήβης ἀπὸ Καλύδνου παιδὸς Οὐρανοῦ. λέγεται καὶ Κάλυδνος. Σώλιμνα πόλις Ἰνδίας. Ἄντεμνα πόλις Σαβίνων, μία τῶν ἀνθεστηκυιῶν Ῥωμύλῳ. Μήθυμνα ἡ Μάκαρος θυγάτηρ καὶ γυνὴ Λεπετύμνου καὶ πόλις ἐν Λέσβῳ τῇ νήσῳ ὁμωνύμως. Νώνυμνα πόλις Σικελίας. Κάλυμνα νῆσος, ἣν ὁ Σκήψιος πληθυντικ…