Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κάμιρος, πόλις ἐν Ῥόδῳ, ἀπὸ τοῦ παιδὸς Κερκάφου τοῦ Ἡλιάδου καὶ Κυδίππης. ἀπὸ Κερκάφου δὲ αἱ Ῥόδιαι γυναῖκες Κερκαφίδες. ἦσαν δὲ τρεῖς, ὡς Ὅμηρός φησι “Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμιρον”. ὁ πολίτης Καμιρεύς. Πείσανδρος ὁ διασημότατος ποιητὴς Καμιρεὺς ἦν. λέγεται καὶ Καμιρίτης καὶ Καμι…
Τὰ εἰς 'ρος' ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ 'ει' διφθόγγῳ ἢ μόνῳ τῷ 'ι' ἐκτεταμένῳ βαρύνεται, Κάμειρος τὸ κύριον—ἔστι δὲ παῖς Κερκάφου τοῦ Ἡλιάδου καὶ Κυδίππης—διὰ διφθόγγου, Κάμιρος δὲ πόλις ἐν Ῥόδῳ διὰ τοῦ 'ι' «Λίνδον Ἰήλυσόν τε καὶ ἠνεμόεντα Κάμιρον» (Il. Β 656). ἤπειρος, Κάβειρος πόλις τῆς κάτω Ἀσίας. τοὺς δὲ δαίμονας Καβείρους ὁ Ἀλεξίων διὰ τοῦ 'ι', ὡσαύτως δὲ Φιλόξενος. …