Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κάναθα, πόλις πρὸς τῇ Βόστρᾳ Ἀραβίας. τὸ ἐθνικὸν Καναθηνός. ἔν τισι δὲ καὶ διὰ τοῦ « ι » γράφεται.
…μελίω Πριάμοιο» (Δ 47). διὸ χωρὶς τοῦ 'ι'. Ἱππίας, πωγωνίας, Γλαυκίας, τοξίας, Ἀφίας κύριον παρ´ Εὐφορίωνι, Πευκετίας ἔθνος τοῖς Οἰνωτροῖς προσεχές, ὡς Ἑκαταῖος Εὐρώπῃ, Πικίας ἔθνος Ἰταλίας, Παρίας· ἔστι δὲ ὄνομα κύριον καὶ διὰ τοῦ 'ι' γράφεται. τὸ γὰρ σημαῖνον τὸν ὄφιν διὰ τῆς 'ει' διφθόγγου οἷον παρείας· καὶ ἔστιν ἡ χρῆσις παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ ( 690) «ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις». Βορέας, Ἡρέας, Θρασέας, Κρατέας, Ἀνδρέας, Θαλέας, Μενέας, Ἀριστέας,…
Κάναθα, πόλις πρὸς τῇ Βόστρᾳ Ἀραβίας. τὸ ἐθνικὸν Καναθηνός. ἔν τισι δὲ καὶ διὰ τοῦ « ι » γράφεται.
…εῖον, ὅπερ δηλοῖ τὸν τόπον, εἰς ὃν οἱ κυβευταὶ συνίασι. ταμιεῖον, οἶκος ἐν ᾧ τὰ ἀναγκαῖα ἀπετίθεσαν ὡς Ἀριστοφάνης καὶ Κρατῖνος καὶ ἄλλοι. μαγειρεῖον, ἰατρεῖον, βυρσοδεψεῖον, δευτερεῖον, ὀπτανεῖον· παρὰ δὲ τοῖς Ἀττικοῖς καὶ διὰ τοῦ 'ι' γράφεται καὶ προπαροξύνεται οἷον ὀπτάνιον. κηρυκεῖον τὸ μονογενὲς καὶ προσηγορικόν, ὅπερ ἐπίσταται καὶ ἡ