Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κάναι, πολίχνιον [Εὐβοϊκὸν ἢ] Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου. ἔστι καὶ ὄρος Κάνη καὶ πόλις καὶ λίμνη. ἔστι καὶ πόλις τῆς Τρῳάδος. Στράβων ιγʹ. εἰσὶ καὶ Κάνναι διὰ δύο « νν », πλησίον Καρχηδόνος. τὸ ἐθνικὸν Καναῖος καὶ Καναία. ἔστι καὶ πόλις Κάναι τοῦ Τίγρητος ποταμοῦ. Καναῖος Ζεύς οὐ μόνον ἀπὸ τοῦ Καναίου, ἀλλὰ καὶ ἀπὸ τῆς Κάνης…
…02) ἀπὸ Θίσβης τοῦ Ἀσωποῦ. λέγεται καὶ πληθυντικῶς. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπαφρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. κράμβη, Ἄλβη πόλις Ἰταλίας, ἣ καὶ Ἄλβα λέγεται. ἔστι καὶ Ἄλβη πόλις Κρήτης. Βόλβη πόλις καὶ λίμνη. ἔστι καὶ Βόλβαι πόλις Καρίας. Δέρβη φρούριον Ἰσαυρίας καὶ λιμήν. Κύρβη πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Στράμβαι πόλις Θρᾴκης. Ὕσβη πόλις Λυδίας. τὸ δὲ φορβή ἐστι ῥηματικὸν προσηγορικὸν καὶ ἔχει τὸ 'ο'. τὰ γὰρ εἰς 'η' λήγοντα θηλ…