Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κάνδαρα, χωρίον Παφλαγονίας “ὡς ἀπὸ σχοίνων τριῶν Γάγγρων, καὶ Θάριβα κώμη”. οἱ οἰκήτορες Κανδαρηνοί. καὶ Ἥρας Κανδαρηνῆς ἱερόν.
τῆς λέξεως καὶ Θουκυδίδης ( 6, 21). Φάλαρα πόλις Θεσσαλίας πλησίον Λαμίας. Ἄδαρα κώμη μεγάλη τῆς Παλαιστίνης μεταξὺ Χαρακμώβων καὶ Ἀρεοπόλεως. Θύμβραρα πόλις Ἀσίας τῷ Πακτωλῷ συνεχής, ὡς Ξενοφῶν. Κάνδαρα χωρίον Παφλαγονίας »ὡς ἀπὸ σχοίνων τριῶν Γάγγρων, καὶ Θάριβα κώμη«. Πάταρα πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. ἐκλήθη δὲ ἀπὸ Πατάρου τοῦ Ἀπόλλωνος καὶ Λυκίας τῆς Ξάνθου. Ἀλέξανδρος Σαλακίαν κόρην ἐξ Ὀφιονίδος φησὶ φέρειν ἱερὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· εἶναι δὲ ταῦτα πέμματα λύρας τε καὶ τόξα κα…