Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…οῦ τεμενικοῦ ὁ Εὐδαίμων διὰ τοῦ « ι » φησίν “Εἰρηναῖος προπαροξύνει διὰ τοῦ « ι » γράφων”. Ἡρωδιανὸς δὲ Καπετωλίειον ἐν ἓξ συλλαβαῖς, καὶ ἐν συναιρέσει Καπετώλειον. τὸ δὲ Καπετωλεῖα ἐπὶ τοῦ ἀγῶνος προπερισπᾶται. ὅσα γὰρ ἔχει προϋπάρχοντα εἰς « ος » καθαρόν, παραληγόμενα ἢ μόνῳ τῷ « ι » ἢ προηγουμένου αὐτοῦ τοῦ « α » ὥστε εἶναι πρὸ τέλους τὴν « αι » δίφθογγον, προπερισπᾶται, ἢ καὶ ὅσα κτητικά. Ἀσκληπιεῖον, Ἀσκληπιός γάρ· Πτολεμαεῖον, Πτολεμαῖος γάρ· Ὀλυμπιεῖα τὰ Ἀθήνησιν, Ὀλύμπιος γάρ. τὸ δὲ τέμενος Καπετώλιον καὶ Καπετώλιος Ζεὺς διὰ τοῦ « ι ». τὸ ἐθνικὸν Καπετωλῖνος.
ὁμοίως καὶ Θετίδειον. ἔστι δὲ καὶ πόλις Θεσσαλικὴ Θετίδειον. Ἑλλάνικος. λέγεται δὲ καὶ Θεστίδειον. ἔστι καὶ λίμνη Θρᾴκης, παρ´ ᾗ Νῦσα χωρίον. προπερισπῶνται δ´ ὁμοίως, ὅσα ἔχει προϋπάρχοντα εἰς 'ος' καθαρόν, παραληγόμενα ἢ μόνῳ τῷ 'ι' ἢ προηγουμένου αὐτοῦ τοῦ 'α' ὥστε εἶναι πρὸ τέλους τὴν 'αι' δίφθογγον ἢ ὅσα κτητικά, Ἀσκληπιεῖον· Ἀσκληπιός γάρ. Πτολεμαεῖον· Πτολεμαῖος γάρ. Ὀλυμπιεῖα τὰ Ἀθήνησι, Ὀλύμπιος γάρ· ἔστι καὶ Ὀλυμπιεῖον τόπος ἐν Δήλῳ, ὃν κτίσαντες οἱ Ἀθηναῖοι χρήμασιν Ἀδριανοῦ νέας Ἀθήνας Ἀδριανὰς ἐκάλεσαν ὡς …
…ωλίειον ἐν ἓξ συλλαβαῖς, καὶ ἐν συναιρέσει Καπετώλειον. τὸ δὲ Καπετωλεῖα ἐπὶ τοῦ ἀγῶνος προπερισπᾶται. ὅσα γὰρ ἔχει προϋπάρχοντα εἰς « ος » καθαρόν, παραληγόμενα ἢ μόνῳ τῷ « ι » ἢ προηγουμένου αὐτοῦ τοῦ « α » ὥστε εἶναι πρὸ τέλους τὴν « αι » δίφθογγον, προπερισπᾶται, ἢ καὶ ὅσα κτητικά. Ἀσκληπιεῖον, Ἀσκληπιός γάρ· Πτολεμαεῖον, Πτολεμαῖος γάρ· Ὀλυμπιεῖα τὰ Ἀθήνησιν, Ὀλύμπιος γάρ. τὸ δὲ τέμενος Καπετώλιον καὶ Καπετώλιος Ζεὺς διὰ τοῦ « ι ». τὸ ἐθνικὸν Καπετωλῖνος.
…ετον ἐξαπίνας φανέντα ἀντὶ τοῦ ἔπτησσον· καὶ τοῦ πλάζω τὸν δ´ ἐπιπλάζοντ´ ἄνεμοι φέροιεν καὶ μελέδωνα ἀντὶ τοῦ ἐπιπλήσσοντα. ἔτι καὶ βαρύνεται τὰ πρὸς τῷ 'α' ἔχοντα τὸ 'ι' σφαδᾴζω, τερᾴζω, ματᾴζω καὶ τὸ παίζω μόνον ἔχον πρὸ τέλους τὴν 'αι' δίφθογγον ἐκφωνουμένην. * Τὰ εἰς 'ζω' παραληγόμενα τῷ 'ε' βαρύνεται, ἕζω, χέζω, ῥέζω, πιέζω μόνον εἰς 'ζω' ὑπὲρ δύο συλλαβὰς βαρύτονον τῷ 'ε' παραληγόμενον, Δωριεῖς πιάζω ἀναλογώτερον. τοῦτο δὲ καὶ ἀπὸ περισπωμένου. τὸ δὲ τραπεζῶ…