Stephanos of Byzantium - Ethnika
Cappadocia: a region bordering Cilicia, as Menippus says: “from Sinope to the river Euarchos, which marks off Paphlagonia and Cappadocia …”. The ethnicon is Kappadox and Kappadokos; also Kappadokēs, as Herodotus says. The founder Kappadokos is mentioned by Menander. It is also called Kappadokissa, like Aithiopissa and pandokissa. And it was formerly divided not, as now, into First and Second, but into Greater and Lesser, and into Small and Great.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Καππαδοκία, χώρα τῇ Κιλικίᾳ πρόσχωρος, ὥς φησι Μένιππος “ἀπὸ Σινώπης εἰς Εὔαρχον ποταμόν, ὃς ὁρίζει Παφλαγονίαν καὶ Καππαδοκίαν ...” τὸ ἐθνικὸν Καππάδοξ καὶ Καππάδοκος. καὶ Καππαδόκης· Ἡρόδοτος δέ φησιν. ὁ κτιστὴς Καππάδοκος εἴρηται ὑπὸ Μενάνδρου. λέγεται καὶ Καππαδόκισσα, ὡς Αἰθιόπισσα καὶ πανδόκισσα. διῄρητο δ´ οὐχ ὡς νῦν εἰς πρώτην καὶ δευτέρ…
…κλιτὺς ἡ Τεμμικία«. Νεφελοκοκκυγγία πόλις κωμικῶς ἐπινοηθεῖσα παρὰ Ἀριστοφάνει, καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη. Κωρυκία ἀκρωτήριον Κρήτης, Ἰαπυγία δύο πόλεις, μία ἐν τῇ Ἰταλίᾳ καὶ ἑτέρα ἐν τῇ Ἰλλυρίδι, ὡς Ἑκαταῖος. Καππαδοκία χώρα τῇ Κιλικίᾳ πρόσχωρος, ὥς φησι Μένιππος, ἀπὸ Σινώπης εἰς Εὔαρχον ποταμόν, ὃς ὁρίζει Παφλαγονίαν καὶ Καππαδοκίαν. σεσημείωται τὸ ἀνθρακιά ὀξυνόμενον. Τὰ διὰ τοῦ 'οα' σπάνια καὶ κατὰ πάθος γενόμενα παρ´ Ἀττικοῖς παροξύνεται, οἴα ὄα τὸ δέρμα· ἔστι καὶ δῆμος τῆς Ἀττικῆς τῆς Πανδιονίδος φυλῆς Ὄα. Διονύσιος δὲ ὁ Τρύφωνός φησι πληθυντικ…
Καππαδοκία, χώρα τῇ Κιλικίᾳ πρόσχωρος, ὥς φησι Μένιππος “ἀπὸ Σινώπης εἰς Εὔαρχον ποταμόν, ὃς ὁρίζει Παφλαγονίαν καὶ Καππαδοκίαν ...” τὸ ἐθνικὸν Καππάδοξ καὶ Καππάδοκος. καὶ Καππαδόκης· Ἡρόδοτος δέ φησιν. ὁ κτιστὴς Καππάδοκος εἴρηται ὑπὸ Μενάνδρου. λέγεται καὶ Καππαδόκισσα, ὡς Αἰθιόπισσα καὶ πανδόκισσα. διῄρητο δ´ οὐχ ὡς νῦν εἰς πρώτην καὶ δευτέραν, ἀλλ´ εἰς μείζονα καὶ ἐλάττονα, καὶ μικρὰν καὶ μεγάλην.
…ας, Χάραξ δὲ διὰ τοῦ 'ο' Ἀλλόβρογας. ἴσοξ ποιός τις ἰχθῦς, ἄλοξ, παρὰ δέ τισιν αὖλαξ, πρὸς τούτοις δὲ καὶ τὸ Καππάδοξ ἔθνος τῇ Κιλικίᾳ πρόσχωρον. τοῦτο δὲ λέγεται καὶ Καππάδοκος—οὕτως καὶ ὁ κτιστὴς εἴρηται ὑπὸ Μενάνδρου—καὶ Καππαδόκης. Ἡρόδοτος δέ φησιν (I 72). Τὰ εἰς 'ιξ' βαρύνεται· φοῖνιξ· ἔστι δὲ καὶ κύριον Φοῖνιξ Ἀγήνορος παῖς ἢ Ποσειδῶνος καὶ Λιβύης, ᾧ ὁμοφωνεῖ τὸ ἐθνικόν. ἔστι καὶ φρούριον Καρίας οὐ πολὺ ἀπέχον Ῥόδου. καὶ ποταμός ἐστι Φοῖνιξ. βέμβιξ, Τέμμιξ ἔθνος…