Stephanos of Byzantium - Ethnika
Kardia: a city in the Chersonese in Thrace. When Hermochares the founder was sacrificing, a raven snatched the heart, flew up to this place, and let it fall; and for this reason it was so called. Or because it is called so in the language of the Scythians. A citizen is a 'Kardianos', as in 'Asianos'.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Καρδία, πόλις τῆς ἐν Θρᾴκῃ Χερρονήσου. Ἑρμοχάρους δὲ τοῦ κτιστοῦ θύοντος κόρακα τὴν καρδίαν ἁρπάσαντα καὶ ἀναπτάντα εἰς τόνδε τὸν χῶρον μεθεῖναι, καὶ διὰ τοῦτο οὕτως ἐκλήθη. ἢ ὅτι τῇ Σκυθῶν γλώττῃ οὕτως κεκλῆσθαι. ὁ πολίτης Καρδιανός ὡς Ἀσιανός.
…αλιά. τὸ δὲ ἀσπαλία ἡ ἁλεία βαρύνεται. Τὰ εἰς 'α' μακρὸν τρισύλλαβα παραληγόμενα τῷ 'ι' ἐπὶ οὐσίας λαμβανόμενα βαρύνεται χωρίς τινων, καρδία· ἔστι Καρδία καὶ πόλις τῆς ἐν Θρᾴκῃ Χερρονήσου ἡ ὕστερον Λυσιμάχεια. Ἑρμοχάρου δὲ τοῦ κτιστοῦ θύοντος κόρακα τὴν καρδίαν ἁρπάσαντα καὶ ἀναπτάντα ἐς τόνδε τὸν χῶρον μεθεῖναι καὶ διὰ τοῦτο οὕτως ἐκλήθη. ἢ ὅτι Σκυθῶν γλώσσῃ οὕτω κεκλῆσθαι. σχεδία, ζημία, σηπία, οἰκία, φυλία, τηλία,