Καρδοῦχοι

Stephanos of Byzantium - Ethnika

Καρδοῦχοι OCR ✓ Trans ✓ Confirmed ✓
people
Καρδοῦχοι, ἔθνος Μηδίας, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τρίτῃ “ἐς Καρδούχους ἄγει”. τούτους δέ φησιν οἰκεῖν ἀνὰ τὰ ὄρη καὶ πολεμικοὺς εἶναι καὶ βασιλέως οὐκ ἀκούειν. καὶ Σοφαίνετος ἐν Κύρου ἀναβάσει φησὶ περὶ αὐτῶν.

Carduchoi: a people of Media, as Xenophon says in the third book of the Anabasis: “he leads into the Carduchoi.” He says that these people dwell up in the mountains, are warlike, and do not obey the king. And Sophainetos, in the Anabasis of Cyrus, also speaks about them.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.226
char LCS 95 (56.2%) · word LCS 19 (57.6%)
Stephanos
Καρδοῦχοι, ἔθνος Μηδίας, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τρίτῃ “ἐς Καρδούχους ἄγει”. τούτους δέ φησιν οἰκεῖν ἀνὰ τὰ ὄρη καὶ πολεμικοὺς εἶναι καὶ βασιλέως οὐκ ἀκούειν. καὶ Σοφαίνετος ἐν Κύρου ἀναβάσει φησὶ περὶ αὐτῶν.
Herodian
…ακρός. τὸ δὲ μοναχός ὀξύνεται. καὶ ὀξύνεται δὲ τὸ Ἀρρηχός ἔθνος Μαιωτῶν. Στράβων ἑνδεκάτῃ, τὸ δὲ Καρδοῦχος προπερισπᾶται. ἔστι δὲ ἔθνος Μηδίας, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τρίτῃ ( 5, 15) «ἐς Καρδούχους ἄγοι. τούτους δ´ ἔφασαν οἰκεῖν ἀνὰ τὰ ὄρη καὶ πολεμικοὺς εἶναι καὶ βασιλέως οὐκ ἀκούειν». καὶ Σοφαίνετος ἐν Κύρου ἀναβάσει φησὶ περὶ αὐτῶν. Τὰ εἰς 'ψος' δισύλλαβα μὴ ἐπιθετικὰ βαρύνεται, Μόψος, γύψος, Τίψος ἡ πόλις, Μίψος τὸ ἔθνος, θάψος εἶδος ξύλου, Θάψος πόλις Λιβύης Στράβων ἑπτακαιδεκάτῳ. ἔστι καὶ Σικελίας. ἔστι δὲ χερσόνησος ἐν στενῷ ἰσθμῷ, ὡς Θουκυδίδ…