Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κάρνη, πόλις Φοινίκης, ἀπὸ Κάρνου τοῦ Φοίνικος, ὡς Ἴστρος φησίν. ὁ πολίτης Καρνίτης. Λυκόφρων “ὄλοιντο ναῦται πρῶτα Καρνῖται κύνες”. ἔστι δὲ ἄλλη Αἰολίδος, ἧς τὸ ἐθνικὸν Καρναῖος, τὸ κτητικὸν Κάρνιος τριγενές. Ἀρτεμίδωρος δ´ ἐν τῷ δεκάτῳ βιβλίῳ φησίν “ἔστι Κάρνος καὶ συνεχῶς Πάλτος, εἶτα Γάβαλα πόλις”. καὶ ἀναλογεῖ τὸ Καρνίτης.
…σμός «Ἄρνη χηρεύουσα μένει Βοιώτιον ἄνδρα». θυγατέρα δέ φασιν Αἰόλου τὴν Ἄρνην. τρίτη Μεσοποταμίας. τετάρτη τῆς Γρασινίων πρὸς τῇ Θρᾴκῃ. Θέρνη πόλις Θρᾴκης, Κάρνη πόλις Φοινίκης ἀπὸ Κάρνου τοῦ Φοίνικος, ὡς Ἴστρος φησίν. Ἀρτεμίδωρος δ´ ἐν τῷ δεκάτῳ βιβλίῳ φησίν «ἔστι Κάρνος καὶ συνεχῶς Πάλτος, εἶτα Γάβαλα πόλις». ἔστι δὲ ἄλλη Αἰολίδος. Κέρνη πόλις καὶ λιμήν. τὸ δὲ φερνή ἡ προίξ παρὰ τὸ φέρω ὀξύνεται. Αἰολεῖς δὲ φέρεναν αὐτὴν λέγουσιν ὁμοίως τῇ Ἔλεναν. * Ἔτι καὶ τὰ εἰς 'νη' μονογενῆ ὑπερδισύλλαβα ἔχοντα πρὸ τοῦ 'ν' 'ρ' βαρύνετα…