Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Καρπασία, πόλις Κύπρου, ἣν Πυγμαλίων ἔκτισεν, ὡς Ἑλλάνικος ἐν τοῖς Κυπριακοῖς. Διονύσιος δὲ διὰ διφθόγγου Κραπάσειαν αὐτήν φησιν ἐν τρίτῳ Βασσαρικῶν “ἠδ´ ὁπόσοι Κινύρειον ἰδ´ αἰπεινὴν Κραπάσειαν”. ἔστι καὶ νῆσος Καρπασία κατὰ τὴν ἄκραν τὴν Σαρπηδονίαν. Ξεναγόρας δὲ Κάρπαθον αὐτήν φησι. Δημήτριος δ´ ὁ Σαλαμίνιος Καρβασίαν φησίν, ὅτι πρὸς τὸν καλούμενον κάρβαν ἄνεμον κεῖσθαι δοκεῖ. ὁ πολίτης Καρπασεώτης ὡς Μαρεώτης. καὶ τὸ κτητικὸν Καρπασεωτικός καὶ Καρπασεωτικὴ ἄκρα. Θεόπομπος ἐν δεκάτῳ Καρπασεῖς αὐτούς φησιν, ἴσως ἀπὸ τοῦ Κάρπασος, ὡς Ἀντίοχος Ἀντιοχεύς, ἀφ´ οὗ Καρπάσεια.
…αγετῶν Στράβων ἑνδεκάτῃ ἥτις καὶ Κωφήν ἐκαλεῖτο. Δρεσία πόλις Φρυγίας. Καλησία πόλις Αὐσονική. Διονύσιος τρισκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Καρπασία πόλις Κύπρου, ἣν Πυγμαλίων ἔκτισεν, ὡς Ἑλλάνικος ἐν τοῖς Κυπριακοῖς. ἔστι καὶ νῆσος Καρπασία κατὰ τὴν ἄκραν τὴν Σαρπηδονίαν. Ξεναγόρας δὲ Κάρπαθον αὐτήν φησι. Δημήτριος δ´ ὁ Σαλαμίνιος Καρβασίαν φησίν, ὅτι πρὸς τὸν καλούμενον κάρβαν ἄνεμον κεῖσθαι δοκεῖ. Μαγνησία πόλις παρὰ τῷ Μαιάνδρῳ καὶ χώρα ἀπὸ Μάγνητος. Ὑπερασία πόλις Ἀχαΐας. «οἵ θ´ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν». Ὅμηρος (Β 573). κακῶς δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεσηΐδος. καὶ πόλις Σικελι…