Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κασπία θάλασσα, οἱ ἐξ αὐτῆς Κάσπιοι καὶ Κάσπιον ὄρος καὶ Κάσπιοι ἄνδρες καὶ Κασπία γῆ καὶ Κάσπιον. λέγεται καὶ Ὑρκανία ἡ Κασπία. τινὲς δὲ ταύτας διακρίνουσι. “φασὶ δὲ τὴν ἔξω θάλατταν οἱ πολλοὶ τῶν βαρβάρων ὠκεανόν, οἱ δὲ τὴν Ἀσίαν οἰκοῦντες μεγάλην θάλατταν, οἱ δ´ Ἕλληνες Ἀτλαντικὸν πέλαγος ....” γίνεται δὲ Κασπιανός ἐκ τοῦ Κασπία ὡς Καρδιανός.
…δίας. Ὅμηρος «Ἰαρδάνου ἀμφὶ ῥέεθρα» (Il. Η 135), ἃ προπαροξύνονται. «τὸ δὲ 'ε' πρὸ τοῦ 'α'» διὰ τὸ ὠκεανός ὁ ποταμὸς ὁ περιέχων τὴν γῆν. Φαβωρῖνος ἐν ταῖς παντοδαπαῖς ἱστορίαις «προσαγορεύουσι δὲ τὴν ἔξω θάλατταν ἐκεῖ μὲν οἱ πολλοὶ τῶν βαρβάρων Ὠκεανόν, οἱ δὲ τὴν Ἀσίαν οἰκοῦντες μεγάλην θάλασσαν, οἱ δὲ Ἕλληνες Ἀτλαντικὸν πέλαγος». ἐκλήθη δὲ οὕτως παρὰ τὸ ὠκέως νάειν, ὅ ἐστι ῥεῖν. καὶ «τὸ 'υ' πρὸ τοῦ 'α'» διὰ τὸ πυανός καὶ κυανός. Τὰ διὰ τοῦ 'ανος' τριγενῆ ὀξύνεται, στεγανός ὁ πυκνός, πιθανός ὁ πρᾷος, ἱκανός…