Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κασάνδρεια, πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ἥ ποτε Ποτίδαια, λεγομένη, ἀπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου. ὁ πολίτης Κασανδρεύς. Ποσείδιππος δὲ κωμῳδίας ποιητὴς υἱὸς ἦν Κυνίσκου Κασανδρέως.
…τρόπολις τῆς Καππαδοκίας ἡ πρὶν Εὐσέβεια καὶ Μάζακα ὡς Στράβων. εἰσὶ καὶ ἄλλαι τούτῳ τῷ ὀνόματι προσαγορευόμεναι. Καλαύρεια νησίδιον πρὸς τῇ Κρήτῃ ἀπὸ Καλαύρου τοῦ Ποσειδῶνος. Κάρπεια· οὕτως τινὲς τὴν Κάλπην πόλιν φασί. Κασάνδρεια πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ἥ ποτε Ποτίδαια λεγομένη, ἀπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου. Κεκρυφάλεια ἄκρα τις, περὶ ἣν ἐνίκησαν Αἰγινήτας Ἀθηναῖοι. τινὲς δὲ νῆσον αὐτήν φασι Πελοποννήσου. Κορώνεια πόλις Βοιωτίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κορώνου τοῦ Θερσάνδρου. δευτέρα πόλις Πελοποννήσου μεταξὺ Σικυῶνος καὶ Κο…