Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κασσάνωρος, πόλις Αἰγυπτία, ἧς μέμνηται Ἔφορος κϛʹ. τὸ ἐθνικὸν Κασσανωρίτης.
…ὸς ὁ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἔχειν ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. καὶ ἀπ´ αὐτοῦ Ἔλωρος πόλις Σικελίας. ἔστι καὶ Μακεδονίας ἄλλη. Θέστωρος πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ δευτέρᾳ. Κασσάνωρος πόλις Αἰγυπτία, ἧς μέμνηται Ἐφορος κϛʹ. Κύτωρος ἢ Κύδωρος πόλις Παφλαγονίας ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός. Μίλκωρος Χαλκιδικὴ πόλις ἐν Θρᾴκῃ. Θεόπομπος κεʹ Φιλιππικῶν. Πίλωρος πόλις περὶ τὸν Ἄθων. τὰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ καὶ ὀξύνεται καὶ βαρύνεται…