Stephanos of Byzantium - Ethnika
Kastolou pedion: a place of the Dorians, as Xenophon. It was so called because the Lydians say that they call the Dorians Kastoloi. There was also a city in Lydia, Kastolos. The ethnonym is 'Kastolios'. The possessive is 'Kastolikos'.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Καστωλοῦ πεδίον, Δωριέων, ὡς Ξενοφῶν. ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν. ἦν δὲ πόλις ἐν Λυδίᾳ Καστωλός. τὸ ἐθνικὸν Καστώλιος ὡς Σπαρτώλιος. καὶ τὸ κτητικὸν Καστωλικός.
…δ´ ἄρ´ Ἴωλοι ἕποντο μενεπτόλεμοί τε Περαιβοί», Μάγδωλος πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει. Τύμωλος ὁ Τμῶλος κατὰ ποιητικὸν μετασχηματισμόν. Ἐτέωλος ὄνομα λιμένος. Ἄρρωλος ὄνομα πόλεως. Καστωλὸς δὲ—ἦν δὲ πόλις ἐν Λυδίᾳ—ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν—ὀξύνεται ἔχον δύο σύμφωνα, ὧν τὸ ἓν 'τ' ἐστίν, ὡς καὶ τὸ Πακτωλός. τὸ μέντοι Σπάρτωλος βαρύνεται. ἔστι δὲ πόλις Μακεδονίας, ὡς Θουκυδίδης ἐν δευτέρᾳ (c. 79). τὰ γὰρ δύο σύμφωνα οὐκ εἰσὶν ἐν συλλήψει, ἀλλ´ ἐν διαστάσει. …