Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Καύκασος, τὸ ὄρος, ὃ καὶ Παροπάνισον καλοῦσι, τῶν κατὰ τὴν Ἀσίαν ὀρῶν μέγιστον. τὸ ἐθνικὸν Καυκάσιος καὶ Καυκασία θηλυκῶς ἐπὶ τῆς χώρας, ἀφ´ οὗ τὸ Καυκασιανός ὡς Κασπιανός. καὶ οὐδετέρως Καυκάσιον. λέγεται καὶ διὰ τοῦ « ι » Καύκασις, ἐξ οὗ τὸ Καυκασίτης, ὡς τὸ Ὀασίτης τῆς Ὀάσιος.
… Καρίας ἐν ὁμωνύμῳ νήσῳ κειμένη, ἡ καὶ ὀξυτόνως λεγομένη, Ἴασος δὲ καὶ τὸ Ἄργος ἀπὸ Ἰάσου τοῦ κατ´ ἐνίους πατρὸς Ἰοῦς. Ἴμβρασος ποταμὸς καὶ ἀπ´ αὐτοῦ ἡ Σάμος, Τράγασος, ἀφ´ οὗ Τραγασαί χωρίον ἐν ἠπείρῳ, Καύκασος τὸ ὄρος τῶν κατὰ τὴν Ἀσίαν ὀρῶν μέγιστον, λέγεται καὶ Καύκασις διὰ τοῦ 'ι', Βάργασος, ὁ υἱὸς Βάργης καὶ Ἡρακλέους, ἀφ´ οὗ Βάργασα πόλις Καρίας, Μύλασος υἱὸς Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου, ἀφ´ οὗ Μύλασα πόλις Καρίας. λέγεται καὶ ἡ πόλις Μύλασος, …