Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Καυκώνεια, χώρα τῶν Καυκώνων. γέγονε δὲ ἀπὸ τῆς Καύκωνος γενικῆς, ὡς Μάρων Μάρωνος Μαρώνεια, Χαίρωνος Χαιρώνεια, Βύζαντος Βυζάντεια. τὸ ἐθνικὸν Καυκωνείτης ὡς Ζελείτης. ἐκλήθη δὲ ἀπὸ βασιλέως Καύκωνος ἢ ἀπὸ ποταμοῦ. ὤφειλε δὲ Καυκώνιος ἀπὸ τῆς Καύκωνος γενικῆς, ὡς Ἀντρώνιος. λέγεται καὶ Καυκων…
…αιδεκάτη ἐπὶ τοῦ Τανάϊδος αὐτοῦ κτίσμα, ὡς ἐν τῷ τρίτῳ Πτολεμαῖος ἀποφαίνεται· ἔστι καὶ τόπος ἐν τῇ Ἴδῃ τῇ Τρωϊκῇ Ἀλεξάνδρεια λεγόμενος, ἐν ᾧ φασι τὸν Πάριν διακρῖναι τὰς θεάς, ὡς Τιμοσθένης. Καυκώνεια χώρα τῶν Καυκώνων ἀπὸ τῆς Καύκωνος γενικῆς ὡς Μαρώνεια πόλις Κικονίας κατὰ τὴν ἐν Θρᾴκῃ χερρόνησον. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ λιμὴν Ἰσμαρίς, ἐν δὲ Μαρώνεια πόλις». Χαιρώνεια πόλις πρὸς τοῖς ὅροις Φωκίδος. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Χαιρώνεια πόλις τὰ πρῶτα»....... «Ἀθηναῖοι καὶ…