Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Πέφνον, πόλις Λακωνική, οὐδετέρως. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησι. λέγεται δὲ καὶ θηλυκῶς καὶ οὐδετέρως. τὸ ἐθνικὸν Πεφνίτης ὡς τοῦ λίκνον λικνίτης, τοῦ δὲ θηλυκοῦ Πέφνιος ὡς Σίφνιος. ἀλλὰ καὶ Πεφναῖος, ὡς τοῦ νῆσος νησαῖος, καὶ Πεφναία τὸ θηλυκόν.
τῶν Κυκλάδων, Πέφνος πόλις Λακωνική. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησι· λέγεται δὲ καὶ θηλυκῶς καὶ οὐδετέρως. ὕπνος. Σίφνος περὶ τὴν Κρήτην νῆσος ἀπὸ Σίφνου τοῦ Σουνίου, ὡς Νικόλαος πέμπτῳ. Ἴπνος, ἣν Ἰπνέαν τινές, Λοκρῶν τῶν Ὀζολῶν. τὸ δὲ προσηγορικὸν ἰπνός ὀξύνεται. Θῶκνος ἥρως. τὸ δὲ καπνός ὀξύνεται ὡς ἔχον τὸ 'α'. * Τὰ εἰς …
Πέφνον, πόλις Λακωνική, οὐδετέρως. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησι. λέγεται δὲ καὶ θηλυκῶς καὶ οὐδετέρως. τὸ ἐθνικὸν Πεφνίτης ὡς τοῦ λίκνον λικνίτης, τοῦ δὲ θηλυκοῦ Πέφνιος ὡς Σίφνιος. ἀλλὰ καὶ Πεφναῖος, ὡς τοῦ νῆσος νησαῖος, καὶ Πεφναία τὸ θηλυκόν.
…ἔστι δὲ καὶ Λίνον χωρίον τῆς Ἑλλησποντίας. Στράβων τρισκαιδεκάτῃ «μεταξὺ δὲ κεῖται τοῦ Παρίου καὶ τοῦ Πριάπου κατὰ Λίνον». Σπάδα κώμη Περσική, ἐν ᾗ πρώτῃ εὐνουχισμὸς γέγονεν, ὅθεν σπάδοι λέγονται. Πέφνον πόλις Λακωνική. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησι. λέγεται καὶ θηλυκῶς. Πράσον ἀκρωτήριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν. Κύτα πόλις Κολχική, πατρὶς Μηδείας. ἔστι καὶ ἄλλη Σκυθίας. Θέρμα χωρίον Σικελίας. Φίλιστος τρίτῳ. ἔστι καὶ Βιθυνίας Θέρμα τὰ μὲν Πύθια τὰ δὲ ἐν Προύσῃ βασιλικὰ λ…