Stephanos of Byzantium - Ethnika
Kaunos: a city in Karia, named after Kaunos, whose sister Byblis fell in love with him and, when he fled, hanged herself. Hence the proverb, ‘the Kaunian love’. The place is unhealthy; hence also Stratonikos the kithara-player, seeing that the Kaunians were remarkably pale, said, ‘Such as is the race of leaves, so too is that of men.’ There is also another city in Crete. The ethnonym is ‘Kaunios’, ‘Kaunia’, and ‘Kaunaios’.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ἀδελφὴ Βυβλὶς ἐρασθεῖσα φεύγοντος ἐκείνου [ἀπήγξατο]. ὅθεν ἡ παροιμία ὁ Καύνιος ἔρως. ἔστι δὲ νοσώδης, ὅθεν καὶ Στρατόνικος ὁ κιθαριστὴς ἰδὼν ἐπιμελῶς χλωροὺς τοὺς Καυνίους ἔφη “οἵηπερ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν”. ἔστι καὶ ἄλλη πόλις ἐν Κρήτῃ. τὸ ἐθνικὸν Καύνιος καὶ Καυνία καὶ Καυναῖος.
μέντοι κοινός τριγενὲς ὥσπερ τὸ δαφοινός, κελαινός, καινός, αἰνός. Τὰ εἰς 'νος' διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ 'υ' μονογενῆ ὀξύνονται, καυνός καὶ Καυνός πόλις Καρίας ὁμοφώνως τῷ οἰκιστῇ. ἔστι καὶ ἄλλη πόλις ἐν Κρήτῃ. γλαυνός (?), βαυνός, ὅπερ οἱ Ἀττικοὶ βαρύνουσι, κρουνός· εἰσὶ καὶ Κρουνοί πόλις ἐν τῷ Πόντῳ ἀπὸ τῆς τῶν ὑδάτων καταρροῆς. βουνός, κεραυνός. τὸ μέντοι χαῦνος τριγενές. καὶ Χαῦνος ἔθνος Θεσπρωτικὸν—Ῥιανὸς τετάρτῳ Θεσσαλι…