Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Καΰστριον πεδίον τῆς Ἐφεσίας, ἀπὸ Καΰστρου ποταμοῦ, ὃς διὰ τὸ ἔχειν τὴν Κατακεκαυμένην χώραν πλησίον ἐκλήθη. τὸ ἐθνικὸν Καϋστριανός καὶ Καϋστριανή τὸ θηλυκόν. λέγονται καὶ Καΰστριοι. ,
…trabo 10, 484). Τάρανδρος χωρίον Φρυγίας. Βήριθρος πόλις Τρωϊκή. Ἄθυμβρος, οὗ κτίσμα Ἄθυμβρα πόλις Καρίας. Κέλαιθρος, ἀφ´ οὗ Κελαίθρα πόλις Βοιωτίας. Γάλαδρος Ἠμαθίου παῖς καὶ ὄρος. Κάϋστρος ποταμός, ὃς διὰ τὸ ἔχειν τὴν κεκαυμένην χώραν πλησίον ἐκλήθη. ἔστι δὲ καὶ Κάϋστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζόνος, ὃς ἐν Ἀσκάλωνι ἔγημε τὴν Δερκετώ. καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμίραμιν, ἥτις καὶ Βαβυλώνια τείχη κατεσκεύασεν. Τέγεστρος, ἀφ´ οὗ Τέγεστρα πόλις Ἰλλυρίας. τὸ δὲ Οἰνωτρός ἔ…