Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κεγχρεαί, πόλις Τρῳάδος, ἐν ᾗ διέτριψεν Ὅμηρος μανθάνων τὰ κατὰ τοὺς Τρῶας. δευτέρα πόλις καὶ ἐπίνειον Κορίνθου. τρίτη Ἰταλίας. τὸ ἐθνικὸν Κεγχρεάτης ὡς Κορσεάτης. λέγεται καὶ Κέγχρειος ὁ Ποσειδῶν ἀπὸ τοῦ υἱοῦ ἥρωος Κεγχρίου.
…Ἀραιθυρέα. τούτους Φλιάσιοί φασι θήρας ἐμπείρους γενέσθαι καὶ τὰ εἰς πόλεμον ἀνδρείους· προαποθανούσης δὲ τῆς ἀδελφῆς Ἄορις εἰς μνήμην τῆς ἀδελφῆς τὴν χώραν οὕτως ἔφη». Μανθυρέα κώμη Ἀρκαδίας. τὸ δὲ Κεγχρεαί πόλις Τρωάδος—δευτέρα πόλις καὶ ἐπίνειον Κορίνθου. τρίτη Ἰταλίας—Γαθεαί πόλις Ἀρκαδίας, Κεδρεαί πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Κορσεαί νῆσος τῆς Ἰωνίας καταντικρὺ Σάμου. Ἑκαταῖος