Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κεκροπία, χώρα καὶ Κεκροπίς φυλή, ἀπὸ Κέκροπος. λέγεται καὶ Κεκρόπιος καὶ Κεκροπία καὶ Κεκροπίτης τὸ ἐθνικὸν καὶ θηλυκὸν Κεκροπῖτις, καὶ τὸ ἐκ τόπου ἐπίρρημα Κεκροπίαθεν. ἔστι καὶ Κεκροπίς χώρα Θρᾴκης. ἔστι καὶ δῆμος Θεσσαλονίκης. οἱ δημόται Κεκρόπιοι.
…ται, Ἰαπίς χαράδρα Ἀττικὴ εἰς Μέγαρα ἀπάγουσα ὡς Καλλίμαχος Ἑκάλῃ. Πριαπίς χώρα. τὸ δὲ Σάραπις νῆσος ἐν Ἰνδικῷ κόλπῳ βαρύνεται. Τὰ διὰ τοῦ 'οπις' πολυσύλλαβα μὴ ἔννοιαν ἔχοντα συνθέσεως ὀξύνεται, Κεκροπίς φυλή. ἔστι καὶ χώρα Θρᾴκης· ἔστι καὶ δῆμος Θεσσαλονίκης. Δρυοπίς, Αἰθιοπίς. Εὐριπίδης ἐν Ἀρχελάῳ «Αἰθιοπίδος γῆς ἡνίκ´ ἂν τακῇ χιών». Μεροπίς. οὕτως ἐκαλεῖτο ἡ Κῶς πόλις ἀπὸ γηγενοῦς Μέροπος. Ἰοπίς παρὰ Χάρακι. τὸ φύλοπις δὲ προπαροξύνεται. * Τὰ διὰ τοῦ 'ωπις' πολυσύλλαβα ὀξ…