Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κορύλειον, κώμη περίσημος ἐν Παφλαγονίᾳ, ἀπὸ Κορύλου βασιλεύσαντος. ὁ οἰκήτωρ Κορυλειεύς.
…ν. Κοτιάειον πόλις τῆς ἐπικτήτου Φρυγίας. Στράβων ιβʹ. τινὲς δέ φασι Κοσιάειον ὀφείλει. δοκεῖ δὲ ἀπὸ τοῦ Κόσα Κοσάειον ὡς τοῦ Μίδα Μιδάειον καὶ προσθέσει τοῦ 'ι' Κοσιάειον καὶ τροπῇ Κοτιάειον. Μενελάειον χωρίον Σπάρτης. Κορύλειον κώμη περίσημος ἐν Παφλαγονίᾳ ἀπὸ Κορύλου βασιλεύσαντος. Μολύκρειον· οὕτως Θουκυδίδης δευτέρᾳ (c. 84) Μολυκρίαν πόλιν Αἰτωλίας καλεῖ. Νεάνδρειον· οὕτως Θεόπομπος καλεῖ Νεάνδρειαν πόλιν Τρῳάδος ἐν Ἑλλησπόντῳ. Νικομήδειον ἐμπόριον Βιθυνίας. Ἀρριανὸς πέμπτῳ Βιθυνιακῶν. Πολίειον…