Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κόσσυρος, νῆσος κατὰ Σελινοῦντα Σικελίας ποταμόν, καὶ πόλις ὁμώνυμος. καὶ Λιβύης νῆσος Κόσσυρα· τὸ ἐθνικὸν τῆς πρώτης Κοσσύριος, καὶ κτητικὸν Κοσσυριακός ἢ Κοσσυρῖνος, τῆς δὲ δευτέρας Κοσσυραῖος.
Σκυθῶν δὲ ἀκτή. Ἑκαταῖος Ἀσίᾳ. Κόσσυρος νῆσος κατὰ Σελινοῦντα Σικελίας ποταμὸν καὶ πόλις ὁμώνυμος. Κίνυρος Κουρέως πατήρ. Λάμυρος ποταμὸς Λυκίας. Λίγυρος ποταμὸς Ἰβηρίας. Λίμυρος ποταμὸς Λυκίας. Λευκόσυρος ποταμὸς Κιλικίας ὁ ὕστερον Πύραμος. λέγονται καὶ Σύροι ἔθνος Λευκόσυροι. Στράβων ἑκκαιδεκάτῃ «δοκεῖ δὲ ἀπὸ Βαβυλων…