Stephanos of Byzantium - Ethnika
Kotylaion: a mountain in Euboia, sacred to Artemis, as Archemachos says in book 2 of his Euboika.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κοτύλαιον, ὄρος Εὐβοίας, ἀνακείμενον Ἀρτέμιδι, ὥς φησιν Ἀρχέμαχος ἐν Εὐβοϊκῶν βʹ.
πόλις Θεσσαλίας ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης. Νακόλαιον πόλις Φρυγίας, ἣ καὶ Νακόλεια, ἀπὸ Νακόλης νύμφης· ὥσπερ γὰρ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον, οὕτω Νακόλη Νακόλαιον. Κοτύλαιον ὄρος Εὐβοίας ἀνακείμενον Ἀρτέμιδι, ὥς φησιν Ἀρχέμαχος ἐν Εὐβοϊκῶν βʹ. Κυδαθήναιον δῆμος τῆς Πανδιονίδος φυλῆς. Παντικάπαιον πόλις μεγίστη, τῶν κατὰ Βόσπορον μητρόπολις. ᾠκίσθη δὲ παρὰ Αἰήτου παιδός, λαβόντος τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Σκυθῶν βασιλέως καὶ καλέσαντος τὴν πόλιν ἀπὸ τοῦ παρ…