Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κοτύωρα, κώμη πρὸς τῷ Πόντῳ, ὡς Ἀρριανός. τὸ ἐθνικὸν Κοτυωρῖται, ὡς Ἄβδηρα Ἀβδηρῖται.
… ἡ παραλήγουσα διὰ διφθόγγου. Βάσηρα πόλις Φοινίκης. ἄβληρον ἡ ἡνία, εὔληρον ἐπὶ ἱματίου καὶ ἐπὶ δεσμοῦ. ἄλευρον, φθινόπωρον, μετόπωρον, πέλωρον, κνέωρον ἀκανθῶδες φυτόν. Κύτωρον πόλις Παφλαγονίας, οἱ δὲ ἡ Κύτωρός φασι. Κοτύωρα κώμη πρὸς τῷ Πόντῳ, ὡς Ἀρριανός. Ἀννίχωρον. μέμνηται Ἀλκμάν. Μαινόβωρα πόλις Μαστιηνῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἄσσωρον ὄρος Σάμου, ὅθεν ῥεῖ ὁ Ἀμφίλυσος. Εὐφορίων Ἀρτεμιδώρῳ »δαῖμον ὃς Ἀμφιλύσοιο ῥόον....« Ἴσαυρα πόλις, Χάραξ δὲ θηλυκῶς. Μάσταυρα πόλις Λυδία…