Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κούριον, πόλις Κύπρου, ἀπὸ Κουρέως τοῦ Κινύρου παιδός. Ἡρόδοτος πέμπτῃ. τὸ ἐθνικὸν Κουριεύς. καὶ Ἀριστοκλῆς Κουριεὺς ἦν. τὸ θηλυκὸν Κουριάς, καὶ ἡ χώρα. ἔστι καὶ πόλις Αἰτωλίας.
…Ῥήγιον πόλις Ἑλληνίς. Ἴσθμιον. Ῥύτιον πόλις Κρήτης (Il. Β 648), ὅπερ Τυραννίων οὐκ εὖ παροξύνει ὡς πεδίον· οὔτε γὰρ ὑποκοριστικόν, οὔτε εἰ ἦν ὑποκοριστικόν, παρωξύνετο, καθότι τρίβραχυ. Θρόνιον, Σπήλιον. Ὄβριον τὸ ὄρος. Κούριον πόλις Κύπρου ἀπὸ Κουρέως τοῦ Κινύρου παιδός. Ἡρόδοτος πέμπτῃ (c. 113). ἔστι καὶ πόλις Αἰτωλίας. Χώριον ἡ πόλις, ἐπὶ γὰρ ὑποκοριστικοῦ παροξύνεται. Δαύνιον πόλις Ἰταλίας. Λυκόφρων (v. 1254) «ὑπὲρ Λακίου Δαυνίου τ´ ᾠκισμένην». Οἴνιον. Σέστιον πόλις ἐν μεσογείᾳ Οἰνωτρῶν. Αἴγιον πόλι…