Κοχλίουσα

Stephanos of Byzantium - Ethnika

Κοχλίουσα OCR ✓ Trans ✓ Confirmed ✓
island
Κοχλίουσα, νῆσος πρὸς τῇ Λυκίᾳ. Ἀλέξανδρος δευτέρῳ περὶ Λυκίας, διὰ τὸ κοχλοὺς ἐν αὐτῇ εὑρίσκεσθαι. τὸ ἐθνικὸν Κοχλιούσιος.

Kochliousa: an island off Lycia. Alexandros, book 2 of his On Lycia, because land-snails are found on it. The ethnonym is 'Kochliousios'.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.269
char LCS 81 (80.2%) · word LCS 15 (83.3%)
Stephanos
Κοχλίουσα, νῆσος πρὸς τῇ Λυκίᾳ. Ἀλέξανδρος δευτέρῳ περὶ Λυκίας, διὰ τὸ κοχλοὺς ἐν αὐτῇ εὑρίσκεσθαι. τὸ ἐθνικὸν Κοχλιούσιος.
Herodian
…ώζουσαι πόλεις τρεῖς Φοινίκης Πισιδίας καὶ Αἰθιοπίας. Μύρτουσα ὄρος Λιβύης. Καλάθουσα πόλις τοῦ Πόντου καὶ πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν, Ἑκαταῖος δὲ Εὐρώπῃ Καλάθην αὐτὴν καλεῖ. Οἴνουσα· οὕτως ἐκαλεῖτο ἡ Καρχηδών. Κοχλίουσα νῆσος πρὸς τῇ Λυκίᾳ. Ἀλέξανδρος δευτέρῳ περὶ Λυκίας διὰ τὸ κοχλοὺς ἐν αὐτῇ εὑρίσκεσθαι. Κράμβουσα νῆσος περὶ Σελεύκειαν τῆς Ἰσαυρίας. Στράβων ιδʹ. Πιτύουσα ἡ ὕστερον Φάσηλις. οὕτως καὶ ἡ Λάμψακος πάλαι ἐκαλεῖτο, ὡς Δηΐοχος ὁ Κυζικηνός. Κρομύουσα νῆσος Ἰβηρίας. Ἑκαταῖος Εὐρώπῃ. Πολυπόδουσα νῆσος τῆς Κνιδία…