Κράγος

Stephanos of Byzantium - Ethnika

Κράγος OCR ✓ Trans ✓ Confirmed ✓
mountain
Κράγος, ὄρος Λυκίας. Ἀλέξανδρος δευτέρῳ Λυκιακῶν. ἀπὸ Κράγου τοῦ Τρεμίλητος υἱοῦ, μητρὸς δὲ Πραξιδίκης νύμφης. ἐνταῦθα δ´ εἶναι καὶ τὰ ἐπονομαζόμενα θεῶν ἀγρίων ἄντρα. ἀπαθανατισθῆναι γάρ φασι τοὺς περὶ τὸν Κράγον. τὸ ἐθνικὸν Κράγιος. ἔστι καὶ ὄρος Ἀντίκραγος ἕτερον.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.140
char LCS 91 (41.6%) · word LCS 15 (38.5%)
Stephanos
Κράγος, ὄρος Λυκίας. Ἀλέξανδρος δευτέρῳ Λυκιακῶν. ἀπὸ Κράγου τοῦ Τρεμίλητος υἱοῦ, μητρὸς δὲ Πραξιδίκης νύμφης. ἐνταῦθα δ´ εἶναι καὶ τὰ ἐπονομαζόμενα θεῶν ἀγρίων ἄντρα. ἀπαθανατισθῆναι γάρ φασι τοὺς περὶ τὸν Κράγον. τὸ ἐθνικὸν Κράγιος. ἔστι καὶ ὄρος Ἀντίκραγος ἕτερον.
Herodian
…μάργος οὐδὲν ἀγαθὸν ἐργάζεται. Τὰ εἰς 'ογος' διβράχεα βαρύνεται, λόγος, μόγος, ψόγος. Τὰ διὰ τοῦ 'αγος' διβράχεα ἐπιθετικὰ καὶ μὴ ἐθνικὰ ὀξύνεται, φαγός, κραγός ὁ κραυγαστικός. τὸ δὲ κράγος ὁ κραυγασμὸς βαρύνεται καὶ τὸ Κράγος ὄρος Λυκίας. Ἀλέξανδρος δευτέρῳ Λυκιακῶν. ἀπὸ Κράγου τοῦ Τρεμίλητος υἱοῦ, μητρὸς δὲ Πραξιδίκης νύμφης. καὶ τὸ Μάγος ἐθνικόν. εἰσὶ δὲ Μάγοι ἔθνος περὶ Μηδίαν. * Τὰ εἰς 'γος' δισύλλαβα εἰ ἔχοι πρὸ τέλους δίχρονον συνεσταλμένον, κύρια ἢ προσηγορικὰ ὄντα βαρύνεται οἷον κράγος, πάγος, τράγος, χωρὶς εἰ μὴ μεταπλάσσοιτο εἰς γέ…