Stephanos of Byzantium - Ethnika
Krambousa: an island near Seleukeia in Isauria. Strabo, book 14. The ethnonym is 'Krambousios' or 'Krambousaios'.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κράμβουσα, νῆσος περὶ Σελεύκειαν τῆς Ἰσαυρίας. Στράβων ιδʹ. τὸ ἐθνικὸν Κραμβούσιος ἢ Κραμβουσαῖος.
…ντου καὶ πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν, Ἑκαταῖος δὲ Εὐρώπῃ Καλάθην αὐτὴν καλεῖ. Οἴνουσα· οὕτως ἐκαλεῖτο ἡ Καρχηδών. Κοχλίουσα νῆσος πρὸς τῇ Λυκίᾳ. Ἀλέξανδρος δευτέρῳ περὶ Λυκίας διὰ τὸ κοχλοὺς ἐν αὐτῇ εὑρίσκεσθαι. Κράμβουσα νῆσος περὶ Σελεύκειαν τῆς Ἰσαυρίας. Στράβων ιδʹ. Πιτύουσα ἡ ὕστερον Φάσηλις. οὕτως καὶ ἡ Λάμψακος πάλαι ἐκαλεῖτο, ὡς Δηΐοχος ὁ Κυζικηνός. Κρομύουσα νῆσος Ἰβηρίας. Ἑκαταῖος Εὐρώπῃ. Πολυπόδουσα νῆσος τῆς Κνιδίας. Πορφύρουσα ἐκαλεῖτο νῆσος Κύθηρα διὰ τὸ κάλλος τῶν περὶ…