Κραννών

Stephanos of Byzantium - Ethnika

Κραννών OCR ✓ Trans ✓ Confirmed ✓
city
Κραννών, πόλις τῆς Θεσσαλίας τῆς Πελασγιώτιδος ἐν τοῖς Τέμπεσιν, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄλλη πόλις Ἀθαμανίας, ἀπὸ Κράννωνος τοῦ Πελασγοῦ. ἐν ταύτῃ δύο κόρακας εἶναί φασι μόνους, ὡς Καλλίμαχος ἐν τοῖς Θαυμασίοις καὶ Θεόπομπος. ὅταν δ´ ἄλλους ἐκνοσσεύσωσιν, ἴσους αὐτοὺς καταλιπόντες ἀπέρχονται. ὁ πολίτης Κραννώνιος. Ἡρόδοτος ἕκτῃ “ἐκ δὲ Θεσσαλίης ἦλθε τῶν Σκοπαδέων Διακτορίδης Κραννώνιος”. ἀπέχει δὲ σταδίους ἑκατὸν τῆς Γυρτῶνος ἡ Κραννὼν πόλις, ὥς φησι Στράβων. καὶ Ὅμηρός φησιν Ἐφύρους τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους. ἔστι καὶ θηλυκὸν Κραννωνίς ἀπὸ τῆς γενικῆς.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.33
char LCS 111 (23.1%) · word LCS 20 (23.5%)
Stephanos
Κραννών, πόλις τῆς Θεσσαλίας τῆς Πελασγιώτιδος ἐν τοῖς Τέμπεσιν, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄλλη πόλις Ἀθαμανίας, ἀπὸ Κράννωνος τοῦ Πελασγοῦ. ἐν ταύτῃ δύο κόρακας εἶναί φασι μόνους, ὡς Καλλίμαχος ἐν τοῖς Θαυμασίοις καὶ Θεόπομπος. ὅταν δ´ ἄλλους ἐκνοσσεύσωσιν, ἴσους αὐτοὺς καταλιπόντες ἀπέρχονται. ὁ πολίτης Κραννώνιος. Ἡρόδοτος ἕκτῃ “ἐκ δὲ Θεσσαλίης ἦλθε τῶν …
Herodian
…η ἢ περιεκτικά, βαρύνεται, Μέμνων, ἔστι καὶ ἔθνος Αἰθιοπικόν, ὃ ἑρμηνεύεται, ὡς ὁ πολυίστωρ φησίν, ἀγρίους τινὰς ἢ μαχίμους καὶ χαλεπούς. Δάφνων, Ἅγνων. Σέννων ἔθνος Γαλατικόν. τὸ Κραννών ὡς ἐπὶ πόλεως ὀξύνεται· ἔστι δὲ πόλις τῆς Θεσσαλίας τῆς Πελασγιώτιδος ἐν τοῖς Τέμπεσιν, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄλλη πόλις Ἀθαμανίας ἀπὸ Κραννῶνος τοῦ Πελασγοῦ. καὶ τὸ δαφνών ὡς περιεκτικόν. Τὰ εἰς 'νων' ἔχοντα τὴν πρὸ τέλους εἰς φωνῆεν ἢ φωνήεντα λήγοντα, εἰ μὴ τοπικὰ εἴη, βαρύνεται καὶ τὰ διὰ τοῦ 'ονος' ὡς ἀμείνων