Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κραστός, πόλις Σικελίας τῶν Σικανῶν. Φίλιστος Σικελικῶν τρισκαιδεκάτῳ. ἐκ ταύτης ἦν Ἐπίχαρμος ὁ κωμικὸς καὶ Λαῒς ἡ ἑταίρα, ὡς Νεάνθης ἐν τῷ περὶ ἐνδόξων ἀνδρῶν. ἔχει δὲ ἡ πόλις εὐπρεπεστάτας γυναῖκας, ὡς Φιλήμων. Ἀπίων δὲ ὅτι μόνος Πολέμων ἔφη τὴν Λαΐδα Κορινθίαν. ὁ πολίτης Κραστῖνος καὶ …
…ὀξύνεται, εἰ μὴ ἡ πρὸ τέλους συλλαβὴ ἔχοι τι τῶν φύσει βραχέων, ἱστός, ἔστι καὶ νῆσος Λιβύης. Σηστός πόλις πρὸς τῇ Προποντίδι. λέγεται δὲ ἀρσενικῶς παρ´ Ἐφόρῳ· οἱ δὲ Ἀθηναῖοι «ἐν τῇ Σηστῷ» φασιν. παστός, μαστός, ξυστός. Κραστός πόλις Σικελίας τῶν Σικανῶν. Φίλιστος Σικελικῶν τρισκαιδεκάτῳ. Γραστός παῖς Μυγδόνος, ἀφ´ οὗ Γρηστωνία χώρα Θρᾴκης. Φαιστός πόλις Κρήτης «ἐς Φαιστόν, μικρὸς δὲ λίθος» (Od. γ 296). ἔστι καὶ ἄλλη Φαιστός Πελοποννήσου ἡ πρότερον Φρίξα καλουμένη. τὸ δὲ Φαῖστος ἐπὶ τοῦ ἥρωος βαρύνεται …