Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κρεῦσις, πόλις Βοιωτίας, κειμένη καταντικρὺ τῆς Μεγαρίδος, ὡς Ἡρωδιανός. ἡ γενικὴ Κρεύσιος. τὸ ἐθνικὸν Κρευσιεύς.
…υμησσίς, Παρρασίς «δέξονται Φολόης οὔρεα Παρρασίδος». Τελμισσίς, Πειρασίς, Ὑπερησίς παρ´ Ἡσιόδῳ, Ῥαμνουσίς. σεσημείωται τὸ ἄσις ὁ ῥύπος ἀπὸ τοῦ ἄση γεγονός. τὸ δὲ Ἀσίς ἡ Ἀσιᾶτις ὀξύνεται. * Τὰ εἰς 'σις' κύρια βαρύνεται, Κρεῦσις πόλις Βοιωτίας, κειμένη καταντικρὺ τῆς Μεγαρίδος, Κροῦσις, Τῖσις ὁ κτιστὴς καὶ ἡ πόλις Αἰγύπτου, Ἶσις, Φᾶσις πόλις τῆς Αἴας πρὸς τῷ Φάσιδι ποταμῷ ἐν Κόλχοις. ἐκτίσθη δὲ ὑπὸ Μιλησίων. ἔστι καὶ ἄλλος ποταμὸς Φᾶσις ἐν τῇ Ταπροβάνῃ. Αὔασις πόλις Αἰγύπτου· ταύτην δὲ καὶ Ὄα…