Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κρήτη, ἡ μεγίστη νῆσος, ἣν Κρεήτην ἔφη Ἀρχίλοχος κατὰ πλεονασμόν. οἱ μέν φασιν ἀπὸ τοῦ Κουρής Κουρήτην καὶ Κρήτην κατὰ συγκοπήν, οἱ δὲ ἀπὸ Κρητὸς τοῦ Διὸς καὶ Ἰδαίας νύμφης παιδός, οἱ δ´ ἀπὸ Κρήτης μιᾶς τῶν Ἑσπερίδων, οἱ δὲ ἀπό τινος γηγενοῦς Κρητός. ἄμεινον δὲ παρὰ τὸ Κρής Κρητός Κρήτη, ὡς Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη. λέγεται καὶ ποιητικῶς Κρῆται. λέγεται καὶ Κρής Κρητός καὶ Κρῆσσα· καὶ Κρηταῖος καὶ θηλυκῶς καὶ οὐδετέρως· καὶ Κρητεύς καὶ Κρητῆος καὶ Κρητήιος κτητικόν· καὶ θηλυκὸν Κρητηιάς. καὶ Κρηταιεύς καὶ Κρήσιος ἀπὸ τοῦ Κρής, καὶ Κρησιάς θηλυκὸν καὶ Κρησία κα…
…ἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην καὶ ἀπάτη, ἐλάτη, Ἑκάτη, Κρήτη ἡ μεγίστη νῆσος, ἣν Κρεήτην ἔφη Ἀρχίλοχος κατὰ πλεονασμόν. οἱ μέν φασιν ἀπὸ τοῦ Κουρής Κουρήτην καὶ Κρήτην κατὰ συγκοπήν, οἱ δὲ ἀπὸ Κρητὸς τοῦ Διός. οἱ δὲ ἀπὸ Κρήτης μιᾶς τῶν Ἑσπερίδων, οἱ δὲ ἀπό τινος γηγενοῦς Κρητός. ἄμεινον δὲ παρὰ τὸ Κρής Κρητός Κρήτη ὡς Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη. λέγεται καὶ ποιητικῶς Κρῆται (Od. ξ 99, π 61). Ἀρήτη, ἀρητή δὲ τὸ ἐπίθετον. ἀήτη. Λήτη πόλις Μακεδονίας ἀπὸ τοῦ πλησίον ἱδρυμένου Λητοῦς ἱεροῦ. Διαβήτη νῆσος δυσμικωτέρα Σαρδοῦς καὶ Κύρνου. εἰσὶ καὶ Διαβῆται νῆσοι περὶ Σύμην. Ὑπάτη πόλις Αἰνιάνων. …