Κρῖσα

Stephanos of Byzantium - Ethnika

Κρῖσα OCR ✓ Trans ✓ Confirmed ✓
city
Κρῖσα, πόλις Φωκίδος. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κρίσου Φώκου υἱοῦ. τὸ ἐθνικὸν Κρισαῖος καὶ Κρισαῖον πεδίον. εἰσὶ καὶ Κρῖσαι ἄλλαι. Τρωική. ἔστι καὶ Αἰολίδος Κρῖσα· τινὲς δὲ τὴν αὐτὴν τῇ Κίρρᾳ φασί. λέγεται τὸ θηλυκὸν Κρισηιάς, ὡς ἀπὸ τοῦ Κρισεύς.

Krisa: a city of Phokis. Hekataios in his Europa. From Krisos son of Phokos. The ethnonym is 'Krisaeos', and 'Krisaion plain'. There are also other Krisai: a Trojan one. There is also a Krisa of Aiolis. Some say that it is the same as Kirrha. The feminine is said to be 'Kriseias'.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.266
char LCS 49 (25.5%) · word LCS 9 (23.1%)
Stephanos
Κρῖσα, πόλις Φωκίδος. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κρίσου Φώκου υἱοῦ. τὸ ἐθνικὸν Κρισαῖος καὶ Κρισαῖον πεδίον. εἰσὶ καὶ Κρῖσαι ἄλλαι. Τρωική. ἔστι καὶ Αἰολίδος Κρῖσα· τινὲς δὲ τὴν αὐτὴν τῇ Κίρρᾳ φασί. λέγεται τὸ θηλυκὸν Κρισηιάς, ὡς ἀπὸ τοῦ Κρισεύς.
Herodian
…ον ὁμοίως ἐν χρήσει τῇ τῶν παλαιῶν καὶ τῇ κοινῇ συνηθείᾳ. τὸ γὰρ Δοῦσα κύριον καθ´ ἱστορίαν ἐστὶ λεγόμενον ἥ τε Χοῦσα πόλις Αἰγυπτίων. πεῖσα ἡ πειθώ, μεθ´ ὧν γλῶσσα, πίσσα, νύσσα ὁ καμπτήρ. Φαῖσα, δεῖσα ἡ ὑγρασία. Τῖσα, Κρῖσα πόλις Φωκίδος. Ἑκαταῖος Εὐρώπῃ ἀπὸ Κρίσου Φώκου υἱοῦ. Ὅμηρος »Κρῖσάν τε ζαθέην« (Β 520). ἔστι δὲ ἡ αὐτὴ τῇ Κίρρᾳ. γίνεται γὰρ ὑπερθέσει Κίρσα καὶ ἀντιθέσει τοῦ 'σ' εἰς 'ρ' Κίρρα ὡς χερσόνησος χερρόνησος. εἰσὶ καὶ ἄλλαι Κρῖσαι. ἔστι καὶ Αἰολίδος Κρῖσα. κνῖσα. γίνεται δὲ ἀπ…