Stephanos of Byzantium - Ethnika
Krokyleion: an island of Ithake. Thucydides, book 3. The ethnonym is 'Krokyleus'. Herakleon son of Glaukos says that Ithake is divided into four parts, of which the first is towards the south and the sea, the second Neion, the third Krokyleion, the fourth Aigilipas.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κροκύλειον, νῆσος Ἰθάκης. Θουκυδίδης τρίτῃ. τὸ ἐθνικὸν Κροκυλεύς. Ἡρακλέων δὲ ὁ Γλαύκου τετραμερῆ φησι τὴν Ἰθάκην, ἧς τὸ μὲν πρῶτον ἐπὶ μεσημβρίαν καὶ θάλατταν ...., καὶ τὸ δεύτερον Νήιον, καὶ τὸ τρίτον Κροκύλειον, τὸ τέταρτον Αἰγίλιπα.
…ἀπὸ Ἕρμωνος τοῦ Λυδῶν βασιλέως. τὸν γὰρ Ἕρμωνα Λυδοὶ Ἄδραμυν καλοῦσι Φρυγιστί. οὐ δύναται δὲ διὰ τὸ μὴ ἔχειν τὸ 'τ' τὸ Ἄδραμυς. λέγεται δὲ καὶ Ἀδραμύττιον, ὡς Κρατῖνος. Κροκύλειον νῆσος Ἰθάκης. Θουκυδίδης τρίτῃ (c. 96). Ἡρακλέων δὲ ὁ Γλαύκου τετραμερῆ φησι τὴν Ἰθάκην, ἧς τὸ μὲν πρῶτον ἐπὶ μεσημβρίαν καὶ θάλατταν Νήριτον καὶ τὸ δεύτερον Νήϊον καὶ τὸ τρίτον Κροκύλειον, τὸ τέταρτον Αἰγίλιπα. Ὑπάτειον ὄνομα ὄρους Καρίας. Ἐφιάλτειον ὄνομα ὄρους. Κηρύκειον ὄνομα λόφου, οὗ φασιν τὸν Ἑρμῆν ἀναβάντα τὴν γένεσιν τῆς Ἀρτέμιδος τοῖς θεοῖς …